Ancient Greek
201 to 202
Philo Judaeus, De specialibus legibus (lib. i‑iv) 201-2-202
Not analysed yet
τὴν οὖν σιτίων καὶ ποτῶν ἔνδειαν προστέταχε κατ’ ἀριθμὸν τέλειον καὶ πλήρη γίνεσθαι τῆς δεκάδος διὰ τὰς τοῦ ἀρίστου τῶν ἐν ἡμῖν ἀρίστας τροφάς, ἵνα μηδεὶς ὑπολάβῃ λιμὸν τὸ πάντων ἀφορητότατον κακῶν εἰσηγεῖσθαι τὸν ἱεροφάντην, ἀλλὰ τῆς εἰς τὰς τοῦ σώματος δεξαμενὰς φερομένης ἐπιρροῆς ἀνακοπὴν βραχεῖαν. οὕτως γὰρ ἔμελλε διαυγὲς καὶ καθαρὸν τὸ ἀπὸ τῆς λογικῆς πηγῆς [εἰς καθαρὸν] ἐπὶ ψυχὴν φέρεσθαι νᾶμα λείως, ἐπειδήπερ αἱ συνεχεῖς καὶ ἐπάλληλοι τροφαὶ κατακλύζουσαι τὸ σῶμα καὶ τὸν λογισμὸν προσεπισύρουσιν, εἰ δ’ ἐπισχεθεῖεν, εὖ μάλα στηριχθεὶς ὡς ἐπὶ ξηρᾶς ἀτραποῦ καὶ λεωφόρου τὴν πορείαν ἄπταιστον δυνήσεται ποιεῖσθαι τῶν θέας καὶ ἀκοῆς ἀξίων ἐφιέμενος.