Ancient Greek
202 to 206
Philo Judaeus, De specialibus legibus (lib. i‑iv) 202-206
Not analysed yet
τὰς δὲ ἐπιτιθεμένας τῇ τοῦ ζῴου κεφαλῇ χεῖρας δεῖγμα σαφέστατον εἶναι συμβέβηκε πράξεων ἀνυπαιτίων καὶ βίου μηδὲν ἐπιφερομένου τῶν εἰς κατηγορίαν ἀλλὰ τοῖς τῆς φύσεως νόμοις καὶ θεσμοῖς συνᾴδοντος. βούλεται γὰρ τοῦ θύοντος πρῶτον μὲν τὸν νοῦν ὡσιῶσθαι γνώμαις ἀγαθαῖς καὶ συμφερούσαις ἐνασκούμενον, ἔπειτα δὲ τὸν βίον ἐξ ἀρίστων συνεστάναι πράξεων, ὡς ἅμα τῇ τῶν χειρῶν ἐπιθέσει δύνασθαί τινα παρρησιασάμενον ἐκ καθαροῦ τοῦ συνειδότος τοιαῦτα εἰπεῖν· αἱ χεῖρες αὗται οὔτε δῶρον ἐπ’ ἀδίκοις ἔλαβον οὔτε τὰς ἐξ ἁρπαγῆς καὶ πλεονεξίας διανομὰς οὔτε αἵματος ἀθῴου προσήψαντο, οὐ πήρωσιν, οὐχ ὕβριν, οὐ τραῦμα, οὐ βίαν ἐξειργάσαντο, οὐκ ἄλλο τὸ παράπαν οὐδὲν τῶν κατηγορίαν καὶ ψόγον ἐχόντων ὑπηρέτησαν, ἀλλ’ ὑποδιάκονοι πάντων ἐγένοντο τῶν καλῶν καὶ συμφερόντων, ἃ παρὰ σοφίᾳ καὶ νόμοις καὶ σοφοῖς καὶ νομίμοις ἀνδράσι τετίμηται. τὸ δ’ αἷμα κύκλῳ προσχεῖται τῷ βωμῷ, διότι κύκλος σχημάτων τὸ τελειότατον καὶ ὑπὲρ τοῦ μέρος μηδὲν ἔρημον καὶ κενὸν ἀπολειφθῆναι ψυχικῆς σπονδῆς· ψυχῆς γὰρ κυρίως εἰπεῖν ἐστι σπονδὴ τὸ αἷμα. συμβολικῶς οὖν ἀναδιδάσκει τὴν διάνοιαν ὅλην δι’ ὅλων ἐν κύκλῳ χορεύουσαν ἐν πάσαις ἰδέαις λόγων καὶ βουλευμάτων καὶ ἔργων ἐπιδείκνυσθαι τὴν πρὸς τὸν θεὸν ἀρέσκειαν. ἀποπλύνεσθαι δὲ κοιλίαν καὶ πόδας διείρηται, πάνυ συμβολικῶς· διὰ μὲν γὰρ τῆς κοιλίας αἰνίττεται τὴν ἐπιθυμίαν, ἣν ἐκνίπτεσθαι συμφέρον κηλίδων καὶ μιασμάτων καὶ μέθης καὶ παροινίας μεστήν, κακὸν βλαβερώτατον ἐπὶ λύμῃ τοῦ βίου τῶν ἀνθρώπων συγκροτούμενόν τε καὶ συνασκούμενον·