Ancient Greek · ~6 min
203 to 208
Philo Judaeus, De specialibus legibus (lib. i‑iv) 203-2-208
Not analysed yet
εἰ δή τις ἐπιβουλεύει περὶ τὰ μέρη ταῦτα τοῖς οἰκέταις, μὴ ἀγνοείτω λιμὸν ἐν εὐθηνίᾳ καὶ εὐετηρίᾳ κατασκευάζων τούτοις χειροποίητον· τί γὰρ ὄφελος ἀφθονίαν μὲν εἶναι τροφῶν, τὰ δὲ πρὸς τὴν διοίκησιν αὐτῶν ὄργανα σεσυλῆσθαι καὶ ἀποβεβληκέναι χαλεπῶν ἕνεκα καὶ ἀμειλίκτων καὶ ὠμοθύμων δεσποτῶν; διὰ τοῦτο καὶ ἑτέρωθι παρὰ χρεωστῶν ἀπαγορεύει δανεισταῖς μύλον ἢ ἐπιμύλιον ῥύσιον αἰτεῖν, ἐπειπὼν ὅτι ὁ τοῦτο δρῶν ψυχὴν ἐνεχυριάζει· ὁ γὰρ τὰ τοῦ ζῆν ὄργανα ἀφαιρούμενος ἐπ’ ἀνδροφονίαν ἵεται, μέχρι καὶ ψυχῆς ἐπιβουλεύειν διανοηθείς. Τοσαύτην δὲ πρόνοιαν ἐποιήσατο τοῦ μηδένα παραίτιόν τινι γενέσθαι θανάτου, ὡς καὶ τοὺς προσαψαμένους νεκροῦ σώματος, ὃ τελευτὴν ἐνδέδεκται τὴν κατὰ φύσιν, οἴεται δεῖν μὴ εὐθὺς εἶναι καθαρούς, μέχρις ἂν περιρρανάμενοι καὶ ἀπολουσάμενοι καθαρθῶσιν. εἰς μέντοι τὸ ἱερὸν οὐδὲ τοῖς σφόδρα καθαροῖς ἐφῆκεν εἰσιέναι ἐντὸς ἡμερῶν ἑπτά, τρίτῃ καὶ ἑβδόμῃ κελεύσας ἀφαγνίζεσθαι. ἔτι μέντοι καὶ τοῖς εἰσιοῦσιν εἰς οἰκίαν, ἐν ᾗ τετελεύτηκέ τις, προστάττει μηδενὸς ἅπτεσθαι, μέχρις ἂν ἀπολούσωνται καὶ τὰς ἐσθῆτας αἷς ἀμπίσχοντο προσαποπλύναντες· σκεύη δὲ καὶ ἔπιπλα καὶ ὅσα ἄλλα ἔνδον εἶναι συμβέβηκε πάνθ’ ὡς ἔπος εἰπεῖν ἀκάθαρτα ἡγεῖται. ψυχὴ γὰρ ἀνθρώπου τίμιον, ἧς μετανισταμένης καὶ μετοικιζομένης τὰ ἀπολειφθησόμενα πάντα μιαίνεται στερόμενα θείας εἰκόνος, ἐπειδὴ θεοειδὴς ὁ ἀνθρώπινος νοῦς πρὸς ἀρχέτυπον ἰδέαν, τὸν ἀνωτάτω λόγον, τυπωθείς. ἔστω δέ, φησίν, ἀκάθαρτα καὶ τὰ ἄλλα ὅσων ἂν ὁ ἀκάθαρτος προσάψηται, μετουσίᾳ τοῦ μὴ καθαροῦ μιαινόμενα. καθολικωτέραν δ’ ἀπόφασιν ὁ χρησμὸς οὗτος ἔοικέ πως δηλοῦν, οὐκ ἐπὶ σώματος αὐτὸ μόνον ἱστάμενος, ἀλλὰ ἤθη καὶ τρόπους προσδιερευνώμενος ψυχῆς.