Ancient Greek
ΠΕΡΙ ΤΩΝ ΑΝΑΦΕΡΟΜΕΝΩΝ ΕΝ ΕΙΔΕΙ ΝΟΜΩΝ ΕΙΣ ΤΡΙΑ ΓΕΝΗ ΤΩΝ ΔΕΚΑ ΛΟΓΙΩΝ, ΤΟ ΤΡΙΤΟΝ, ΤΟ ΤΕΤΑΡΤΟΝ, ΤΟ ΠΕΜΠΤΟΝ· ΤΟ ΠΕΡΙ ΕΥΟΡΚΙΑΣ ΚΑΙ ΣΕΒΑΣΜΟΥ ΤΗΣ ΙΕΡΑΣ ΕΒΔΟΜΗΣ ΚΑΙ ΓΟΝΕΩΝ ΤΙΜΗΣ
Philo Judaeus, De specialibus legibus (lib. i‑iv) 204
Not analysed yet
Τελευταία δ’ ἐστὶν ἑορτὴ τῶν ἐνιαυσίων προσαγορευομένη σκηναί, καιρὸν ἔχουσα τὸν μετοπωρινῆς ἰσημερίας· ἐξ οὗ δύο παρίσταται, τό τε δεῖν ἰσότητα τιμᾶν ἀνισότητα ἐχθραίνοντας —ἡ μὲν γὰρ δικαιοσύνης ἐστίν, ἡ δὲ ἀδικίας ἀρχή τε καὶ πηγή, καὶ ἡ μὲν ἀσκίου φωτός, ἡ δὲ σκότους συγγενής —καὶ τὸ προσήκειν μετὰ τὴν ἁπάντων καρπῶν τελείωσιν εὐχαριστεῖν τῷ τελεσφόρῳ θεῷ καὶ πάντων τῶν ἀγαθῶν αἰτίῳ.