Ancient Greek · ~2 min
ΠΕΡΙ ΤΩΝ ΑΝΑΦΕΡΟΜΕΝΩΝ ΕΝ ΕΙΔΕΙ ΝΟΜΩΝ ΕΙΣ ΤΡΙΑ ΓΕΝΗ ΤΩΝ ΔΕΚΑ ΛΟΓΙΩΝ, ΤΟ ΤΡΙΤΟΝ, ΤΟ ΤΕΤΑΡΤΟΝ, ΤΟ ΠΕΜΠΤΟΝ· ΤΟ ΠΕΡΙ ΕΥΟΡΚΙΑΣ ΚΑΙ ΣΕΒΑΣΜΟΥ ΤΗΣ ΙΕΡΑΣ ΕΒΔΟΜΗΣ ΚΑΙ ΓΟΝΕΩΝ ΤΙΜΗΣ
Philo Judaeus, De specialibus legibus (lib. i‑iv) 207-2
Not analysed yet
ὅτε μὲν γὰρ ἐν πεδίοις ἐστὶ τὰ τρέφοντα, μὴ συγκλεισάμενος θαλαμαίου γυναικὸς τρόπον ἀλλὰ προελθὼν ἐπιμελητὴς καὶ φύλαξ εἶ σὺ τῶν ἀναγκαίων· κἂν ὑπαιθρίῳ διατελοῦντί σοι προσπίπτῃ κρυμὸς καὶ θάλπος, εἰσὶν ἔφεδροι καὶ σκιαὶ τὰ λάσια τῶν δένδρων, οἷς ὑποστείλας τὴν ἀφ’ ἑκατέρου δυνήσῃ βλάβην εὐμαρῶς ἐκφυγεῖν· ὅταν δ’ οἱ καρποὶ πάντες εἰσκομίζωνται, συνεισέρχου στεγανωτέρας διαίτης ἐφιξόμενος πρὸς ἀνάπαυλαν ἀντὶ καμάτων οὓς γεωπονῶν ὑπέμεινας —ἢ δι’ ὑπόμνησιν τῆς τῶν προγόνων μακρᾶς ὁδοιπορίας, ἣν δι’ ἐρήμου ποιούμενοι βαθείας σκηναῖς πολυετῆ χρόνον καθ’ ἕκαστον σταθμὸν ἐνδιῃτῶντο.