Ancient Greek
21 to 22
Philo Judaeus, De specialibus legibus (lib. i‑iv) 21-2-22
Not analysed yet
αἴτιον δ’ οὐ μόνον, οἶμαι, τὸ φύσεως αὐτοὺς εὐμοίρου λαχεῖν, ἀλλὰ καὶ τὸ παιδείας ὀρθῆς ἐκ πρώτης ἡλικίας ἐφάψασθαι, ἥτις ἀνεδίδαξε πρὸ τῶν ἡγεμονικῶν τὰ ἀνθρώπινα τιμᾶν, ἥτις καὶ ἐνδιαιτωμένη τῇ ψυχῇ μόνον οὐ καθ’ ἑκάστην ἡμέραν ὑπομιμνῄσκει τῆς ἀνθρωπότητος ἀπὸ τῶν ὑψηλῶν καὶ ὑπερόγκων ἀντισπῶσα καὶ στέλλουσα καὶ τὸ ἄνισον ἰσότητι θεραπεύουσα. τοιγαροῦν τὰς πόλεις εὐθηνίας, εὐπορίας, εὐνομίας, εἰρήνης ἀναπεπλήκασιν, ἀγαθὸν μὲν οὐδὲν ὑπεξελόμενοι, πάντα δ’ ἀφειδῶς καὶ ἀταμιεύτως χαριζόμενοι. τὰ μὲν δὴ τῶν εὐγενῶν καὶ ὡς ἀληθῶς ἡγεμόνων ἔργα ταῦτα καὶ τὰ τούτοις παραπλήσια.