Ancient Greek · ~6 min
210 to 214
Philo Judaeus, De specialibus legibus (lib. i‑iv) 210-2-214
Not analysed yet
πάλιν δὲ ἡ ταύτης τῆς ἑορτῆς ἀρχὴ πεντεκαιδεκάτῃ μηνὸς ἐνίσταται, διὰ τὴν λεχθεῖσαν καὶ ἐπὶ τῆς ἐαρινῆς ὥρας αἰτίαν, ἵνα μὴ μεθ’ ἡμέραν μόνον ἀλλὰ καὶ νύκτωρ πλήρης ὁ κόσμος ᾖ τοῦ φύσει παγκάλου φωτός, ἡλίου καὶ σελήνης κατ’ ἐκείνην τὴν ἡμέραν ἀλλήλοις ἐπανατελλόντων αὐγαῖς ἀδιαστάτοις, ἃς μεθόριον οὐ διακρίνει σκότος. ἑπτὰ δὲ ἡμέραις ὀγδόην ἐπισφραγίζεται καλέσας „ἐξόδιον“ αὐτήν, οὐκ ἐκείνης, ὡς ἔοικε, μόνον τῆς ἑορτῆς, ἀλλὰ καὶ πασῶν τῶν ἐτησίων, ὅσας κατηριθμησάμην καὶ διεξῆλθον· τελευταία γάρ ἐστι τοῦ ἐνιαυτοῦ καὶ συμπέρασμα. τάχα μέντοι καὶ πρῶτος κύβος, ὀγδοάς, ἐπενεμήθη τῇ ἑορτῇ διὰ τόδε· τῆς μὲν δυνάμει στερεᾶς οὐσίας ἐστὶν ἀρχὴ κατὰ τὴν ἀπὸ τῶν ἀσωμάτων μετάβασιν, τῆς δὲ νοητῆς συμπέρασμα· τὰ δὲ νοητὰ ταῖς παραυξήσεσι πρὸς τὴν στερεὰν φύσιν ***. καὶ ἡ μετοπωρινὴ μέντοι ἑορτή, καθάπερ εἶπον, πλήρωμά τι καὶ συμπέρασμα τῶν ἐντὸς ἐνιαυτοῦ πασῶν ἔοικεν εἶναι σταθερώτερον καὶ παγιώτερον, τὰς ἀπὸ τῆς χώρας προσόδους εἰληφότων ἤδη καὶ μηκέτ’ ἐνδοιασμοῖς τοῖς περὶ φορᾶς καὶ ἀφορίας πλαζομένων καὶ δεδιότων· ἀνίδρυτοι γὰρ αἱ γεωπόνων φροντίδες, ἄχρις ἂν οἱ καρποὶ συγκομισθῶσι, διὰ τὰς ἐφέδρους ἀπὸ μυρίων ὅσων ἀνθρώπων τε καὶ θρεμμάτων ζημίας. Ταῦτα ἐπὶ πλέον ἐμήκυνα διὰ τὴν ἱερὰν ἑβδόμην ἐπιδείξασθαι βουλόμενος, ὅτι πάσας τὰς ἐτησίους ἑορτὰς συμβέβηκεν ὡς ἂν ἀπογόνους ἑβδομάδος εἶναι μητρὸς λόγον ἐχούσης ***ἀφροσύναι καὶ εὐφροσύναι, καὶ διότι ἐν πανηγύρεσι καὶ ἱλαρῷ βίῳ τέρψεις ἀμέτοχοι συννοίας καὶ κατηφείας συνίστανται σώματα καὶ ψυχὰς ἀναχέουσαι, τὰ μὲν τῷ ἁβροδιαίτῳ, τὰς δὲ τῷ φιλοσοφεῖν.