Ancient Greek · ~2 min
212 to 213
Philo Judaeus, De specialibus legibus (lib. i‑iv) 212-213
Not analysed yet
Ἀπόχρη τοσαῦτα περὶ τῆς ὁλοκαύτου θυσίας λελέχθαι. τὴν δὲ τοῦ σωτηρίου λεγομένην ἑξῆς ἐπισκεπτέον. ἐπὶ ταύτης ἀδιαφορεῖ, ἐάν τε ἄρρεν ᾖ τὸ ἱερεῖον ἐάν τε καὶ θῆλυ. σφαγέντος δὲ τρία ταῦτα ὑπεξαιρεῖται τῷ βωμῷ, τὸ στέαρ καὶ λοβὸς ἥπατος καὶ νεφροὶ δύο· τὰ δ’ ἄλλα τῷ καταθύσαντι εὐωχία. διὰ τί δὲ τὰ μέρη ταῦτα τῶν ἐντοσθιδίων καθιεροῦται, μετὰ ἀκριβείας ἐπισκεπτέον ἐκεῖνο μὴ παρελθόντας· διαλογιζόμενος ἐν ἐμαυτῷ πολλάκις ταῦτα καὶ διερευνώμενος ἐπηπόρησα, τί δήποτε λοβὸν μὲν ἥπατος καὶ νεφροὺς καὶ στέαρ ἀπαρχὰς τῶν καταθυομένων ζῴων ὑπεξείλετο ὁ νόμος, οὔτε δὲ καρδίαν οὔτε ἐγκέφαλον, τοῦ ἡγεμονικοῦ τῷ ἑτέρῳ τούτων ἐνδιαιτωμένου.