Ancient Greek
Περὶ περιτομῆς.
Philo Judaeus, De specialibus legibus (lib. i‑iv) 216
Not analysed yet
ἃ δὲ διείρηται, λόγον ἔχει προσήκοντα· τὸ μὲν στέαρ, ὅτι καὶ πιότατον καὶ τῶν σπλάγχνων φυλακτήριον—ἐπαμπίσχει γὰρ αὐτὰ καὶ πιαίνει καὶ τῇ μαλακότητι τῆς ἐπαφῆς ὠφελεῖ —,οἱ δὲ νεφροὶ διὰ τοὺς παραστάτας καὶ τὰ γεννητικά, οἷς παροικοῦντες ἀγαθῶν τρόπον γειτόνων βοηθοῦσι καὶ συμπράττουσιν, ὅπως ὁ τῆς φύσεως σπόρος εὐοδῇ, μηδενὸς τῶν πλησίον ἐμποδίζοντος—αὐτοὶ μὲν γὰρ αἱμοειδεῖς εἰσι δεξαμεναί, οἷς ἡ τῶν περιττωμάτων ὑγρὰ κάθαρσις ἀποκρίνεται, οἱ δὲ παραστάται πλησίον, δι’ ὧν ἄρδεται ὁ σπόρος —,λοβὸς δ’ ἥπατος τοῦ κυριωτάτου τῶν σπλάγχνων ἐστὶν ἀπαρχή, δι’ οὗ τὴν τροφὴν ἐξαιματοῦσθαι συμβέβηκε καὶ ἐποχετευομένην τῇ καρδίᾳ φέρεσθαι διὰ φλεβῶν εἰς τὴν τοῦ ὅλου σώματος διαμονήν.