Ancient Greek · ~7 min
217 to 223
Philo Judaeus, De specialibus legibus (lib. i‑iv) 217-2-223
Not analysed yet
ἔστι δὲ τοιόνδε ᾆσμα· „Συρίαν ἀπέβαλον οἱ ἀρχηγέται τοῦ γένους ἡμῶν καὶ μετανέστησαν εἰς Αἴγυπτον. ὀλίγος ὄντες ἀριθμὸς ηὐξήθησαν εἰς πλῆθος ἔθνους. οἱ ἀπόγονοι μυρία κακωθέντες ὑπὸ τῶν ἐγχωρίων, οὐδεμιᾶς ἔτι φαινομένης ἐξ ἀνθρώπων ἐπικουρίας, ἐγένοντο θεοῦ ἱκέται καταφυγόντες ἐπὶ τὴν ἐξ αὐτοῦ βοήθειαν. προσδεξάμενος τὴν ἱκεσίαν ὁ πᾶσι τοῖς ἀδικουμένοις εὐμενὴς τοὺς μὲν ἐπιτιθεμένους κατέπληξε σημείοις καὶ τέρασι καὶ φάσμασι καὶ τοῖς ἄλλοις ὅσα κατ’ ἐκεῖνον τὸν χρόνον ἐθαυματουργεῖτο, τοὺς δ’ ἐπηρεαζομένους καὶ πάσας ὑπομένοντας ἐπιβουλὰς ἐρρύσατο, οὐ μόνον εἰς ἐλευθερίαν ἐξελόμενος, ἀλλὰ καὶ χώραν πάμφορον δούς. ἀπὸ τῶν ταύτης καρπῶν, εὐεργέτα, σοὶ φέρομεν τὴν ἀπαρχήν, εἰ δὴ θέμις εἰπεῖν ἐστι κομίζειν τὸν λαμβάνοντα· σαὶ γάρ, ὦ δέσποτα, χάριτες καὶ δωρεαὶ τὰ πάντα, ὧν ἀξιωθέντες ἐναβρυνόμεθα καὶ ἐνευφραινόμεθα τοῖς ἀπροσδοκήτοις ἀγαθοῖς, ἅπερ οὐκ ἐλπίσασιν ἡμῖν ἔδωκας. “τὸ ᾆσμα τοῦτο σχεδὸν ἀπὸ θέρους ἐνισταμένου μέχρι μετοπώρου λήγοντος ἀδιαστάτως ὑφ’ ἑτέρων καὶ ἑτέρων ᾄδεται δυσὶ καιροῖς, ὁλοκλήρῳ μέρει ἡμίσει τοῦ ἐνιαυτοῦ, διὰ τὸ μὴ πάντας ἀθρόους κατὰ ῥητὴν προθεσμίαν τὰ ὡραῖα δύνασθαι κομίζειν, ἀλλ’ ἄλλοτε ἄλλους, ἔστι δ’ ὅτε καὶ τοὺς αὐτοὺς ἀπὸ τῶν αὐτῶν χωρίων. ἐπειδὴ γὰρ τῶν καρπῶν οἱ μὲν θᾶττον οἱ δὲ βραδύτερον πεπαίνονται, καὶ διὰ τὰς τῶν τόπων διαφορὰς ἀλεεινοτέρων ἢ κρυμωδεστέρων ὄντων καὶ διὰ μυρίας ἄλλας αἰτίας, εἰκότως ἀόριστός ἐστι καὶ ἀπερίγραφος ὁ χρόνος τῆς τῶν ἀκροδρύων ἀπαρχῆς ἐπὶ μήκιστον ἐκτεινόμενος. ἡ δὲ τούτων χρῆσις ἐπιτέτραπται τοῖς ἱερεῦσιν, ἐπεὶ γῆς μὲν ἀποτομὴν οὐκ ἔλαχον οὐδὲ προσοδευομένας κτήσεις, κλῆροι δ’ εἰσὶν αὐτοῖς αἱ παρὰ τοῦ ἔθνους ἀπαρχαὶ ἀντὶ τῶν λειτουργιῶν, ἃς μεθ’ ἡμέραν καὶ νύκτωρ ὑπομένουσι. Τοσαῦτα μὲν περὶ ἑβδομάδος καὶ τῶν εἰς αὐτὴν ἀναφερομένων ἔν τε ἡμέραις καὶ μησὶ καὶ ἐνιαυτοῖς καὶ περὶ ἑορτῶν, αἳ συγγένειαν ἔχουσι πρὸς ἑβδομάδα, διεξῆλθον ἑπόμενος εἱρμῷ τῶν προκειμένων κεφαλαίων κατὰ τὴν ἐν λόγοις ἀκολουθίαν. ἐπισκέψομαι δ’ ἑξῆς τὸ ἑπόμενον, ὃ περὶ γονέων ἀναγέγραπται τιμῆς.