Ancient Greek · ~5 min
22 to 25
Philo Judaeus, De specialibus legibus (lib. i‑iv) 22-25
Not analysed yet
οἷς ὁ τῶν ὅλων πατὴρ προαγορεύει λέγων· „οὐ ποιήσετε μετ’ ἐμοῦ θεοὺς ἀργυροῦς καὶ χρυσοῦς“ (Exod. 20,23), μόνον οὐκ ἄντικρυς ἀναδιδάσκων, ὅτι οὐδ’ ἐξ ἑτέρας ὕλης χειρόκμητον οὐδὲν τὸ παράπαν θεοπλαστήσετε διακωλυθέντες ἐκ τῶν ἀρίστων· ἄργυρος γὰρ καὶ χρυσὸς τὰ πρωτεῖα τῶν ἐν ὕλαις φέρονται. δίχα δὲ τῆς ῥητῆς ἀπαγορεύσεως καὶ ἕτερον αἰνίττεσθαί μοι δοκεῖ τῶν πρὸς ἠθοποιΐαν μάλιστα συντεινόντων, διελέγχων οὐ μετρίως τοὺς φιλοχρημάτους, οἳ πανταχόθεν μὲν ἀργύριον καὶ χρυσίον ἐκπορίζουσι, τὸ δὲ πορισθὲν ὡς ἄγαλμα θεῖον ἐν ἀδύτοις θησαυροφυλακοῦσιν, ἀγαθῶν αἴτιον καὶ τῆς συμπάσης εὐδαιμονίας τοῦτ’ εἶναι νομίζοντες. καὶ ὅσοι μέντοι τῶν ἀπόρων κεκράτηνται χαλεπῇ νόσῳ, φιλαργυρίᾳ, οὐκ ἔχοντες ἴδιον πλοῦτον, ὃν θεραπείας ἀξιώσουσι, τὸν τῶν πλησίον τεθηπότες καὶ προσκυνοῦντες ἕωθεν εἰς τὰς τῶν περιουσιαζόντων οἰκίας ἀφικνοῦνται καθάπερ εἰς ἱερὰ μέγιστα, προσευξόμενοι καὶ τἀγαθὰ παρὰ τῶν δεσποτῶν ὡς θεῶν αἰτησόμενοι. πρὸς οὓς καὶ ἐν ἑτέροις φησίν· „οὐκ ἐπακολουθήσετε εἰδώλοις καὶ θεοὺς χωνευτοὺς οὐ ποιήσετε“ (Lev. 19,4), διὰ συμβόλων ἀναδιδάσκων, ὅτι πλούτῳ τιμὰς ἰσοθέους ἀπονέμειν οὐ προσήκει· πλούτου γὰρ αἱ περιβόητοι ὗλαι χρυσὸς καὶ ἄργυρος εἶναι πεφύκασιν, αἷς ἀκολουθοῦσιν οἱ πολλοὶ τὰ τοῦ λεγομένου τυφλοῦ πλούτου μόνα ἢ μάλιστα εὐδαιμονίας αἴτια νομίζοντες.