Ancient Greek · ~4 min
225 to 228
Philo Judaeus, De specialibus legibus (lib. i‑iv) 225-228
Not analysed yet
ταύτην τὴν θυσίαν οὐχ ὥσπερ τὴν προτέραν τοῦ σωτηρίου δυσὶν ἡμέρας ἀναλίσκεσθαι προστάττει, μιᾷ δ’ αὐτὸ μόνον, ἵν’ οἱ ἐπιτυχόντες ἑτοίμων καὶ προχείρων εὐεργεσιῶν ἑτοίμην καὶ ἀνυπέρθετον ποιῶνται τὴν μετάδοσιν. Ταῦτα μὲν ἐπὶ τοσοῦτον. τὴν δὲ τρίτην ἑξῆς ἐπισκεπτέον, ἣ καλεῖται περὶ ἁμαρτίας. αὕτη τέτμηται πολλαχῇ, κἀν τοῖς προσώποις κἀν τοῖς τῶν ἱερείων εἴδεσι, προσώποις μὲν ἀρχιερέως καὶ τοῦ σύμπαντος ἔθνους καὶ ἄρχοντος ἐν μέρει καὶ ἰδιώτου, ἱερείοις δὲ μόσχου καὶ χιμάρου καὶ χιμαίρας ἢ ἀμνάδος. διακέκριται δὲ καὶ μάλιστ’ ἦν ἀναγκαῖον διακεκρίσθαι τά θ’ ἑκούσια καὶ ἀκούσια, τροπὰς λαμβανόντων τὰς πρὸς τὸ βέλτιον τῶν δοξάντων ἁμαρτεῖν καὶ κακιζόντων μὲν αὑτοὺς ἐφ’ οἷς ἐπλημμέλησαν, μεθορμιζομένων δὲ πρὸς ζωὴν ἀνυπαίτιον. τὰ μὲν οὖν τοῦ ἀρχιερέως ἁμαρτήματα καὶ τοῦ ἔθνους ἰσοτίμῳ καθαίρεται ζῴῳ —μόσχον γὰρ ἀνάγεσθαι περὶ ἑκατέρου προστέτακται —,τὰ δὲ τοῦ ἄρχοντος ἐλάττονι μέν, ἄρρενι δὲ καὶ τούτῳ—χίμαρος γάρ ἐστι τὸ ἱερεῖον —,τὰ δὲ τοῦ ἰδιώτου καταδεεστέρῳ τὸ εἶδος—θῆλυ γὰρ ἀλλ’ οὐκ ἄρρεν θῦμα, χίμαιρα, καταθύεται —.