Ancient Greek · ~2 min
226 to 227
Philo Judaeus, De specialibus legibus (lib. i‑iv) 226-227
Not analysed yet
ἄξιοι δ’ οὐ διὰ τοῦτο μόνον τιμῆς πατήρ τε καὶ μήτηρ, ἀλλὰ καὶ δι’ ἕτερα πλείω. παρ’ οἷς γὰρ λόγος ἀρετῆς ἐστί, πρεσβύτεροι νεωτέρων προκρίνονται καὶ διδάσκαλοι γνωρίμων καὶ εὐεργέται τῶν εὖ πεπονθότων καὶ ἄρχοντες ὑπηκόων καὶ δεσπόται δούλων. ἐν μὲν οὖν τῇ ἀμείνονι τάξει κρίνονται γονεῖς, πρεσβύτεροι γάρ εἰσι καὶ ὑφηγηταὶ καὶ εὐεργέται καὶ ἄρχοντες καὶ δεσπόται, ἐν δὲ τῇ ἐλάττονι υἱοὶ καὶ θυγατέρες, νεώτεροι γὰρ καὶ μαθηταὶ καὶ εὖ πεπονθότες ὑπήκοοί τε καὶ δοῦλοι. ὡς δ’ οὐδὲν τούτων κατέψευσται, δῆλον μὲν ἐκ τῆς ἐναργείας· αἱ δ’ ἐκ λόγου πίστεις ἔτι μᾶλλον ἐπισφραγιοῦνται τὴν ἀλήθειαν.