Ancient Greek · ~3 min
231 to 232
Philo Judaeus, De specialibus legibus (lib. i‑iv) 231-232
Not analysed yet
ὅταν οὖν σφαγιασθῇ ὁ μόσχος, κελεύει τοῦ αἵματος ἐπιρραίνειν ἑπτάκις τῷ δακτύλῳ ἀντικρὺ τοῦ πρὸς τοῖς ἀδύτοις καταπετάσματος, ἐσωτέρω τοῦ προτέρου, καθ’ ὃν τόπον ἵδρυται τὰ ἱερώτατα σκεύη, κἄπειτα τὰ τοῦ θυμιατηρίου τέτταρα κέρατα—τετράγωνον γάρ ἐστι— χρίειν καὶ ἐπαλείφειν, τὸ δ’ ἄλλο αἷμα προσχεῖν παρὰ τῇ βάσει τοῦ ἐν ὑπαίθρῳ βωμοῦ· ἐφ’ ὃν ἀναφέρειν τρία διείρηται, στέαρ καὶ λοβὸν ἥπατος καὶ διττοὺς νεφρούς, κατὰ τὴν ἐπὶ τοῦ σωτηρίου διάταξιν, δορὰν δὲ καὶ κρέα καὶ σύμπαν ἀπὸ κεφαλῆς ἄχρι ποδῶν τὸ ἄλλο σῶμα τοῦ μόσχου μετὰ τῶν ἐντοσθιδίων προφέρειν ἔξω καὶ κατακαίειν ἐν χωρίῳ καθαρῷ, ἔνθα τὴν ἱερὰν ἀπὸ τοῦ βωμοῦ τέφραν ἐκκομίζεσθαι συμβέβηκε.