Ancient Greek · ~6 min
234 to 238
Philo Judaeus, De specialibus legibus (lib. i‑iv) 234-2-238
Not analysed yet
εἰσφορὰν ἀναγκαίαν. τοσούτων οὖν ὑπαρχόντων ἄξιον ἐπαίνου μὲν οὐδὲν δρῶσιν οἱ τιμῶντες τοὺς γονεῖς, ἐπεὶ καὶ ἕν τι τῶν εἰρημένων αὐταρκέστατον εἰς σεβασμὸν αὐτοὺς προκαλέσασθαι, ψόγου δὲ καὶ κατηγορίας καὶ τῆς ἀνωτάτω δίκης οἱ μήθ’ ὡς πρεσβυτέρους αἰδούμενοι μήθ’ ὡς ὑφηγητὰς ἀποδεχόμενοι μήθ’ ὡς εὐεργέτας ἀμοιβῆς ἀξιοῦντες μήθ’ ὡς ἄρχουσι πειθαρχοῦντες μήθ’ ὡς δεσπότας εὐλαβούμενοι. πατέρα, οὖν φησί, μετὰ θεὸν καὶ μητέρα τίμα δευτερείοις τοῖς γέρασιν ἀναδουμένους, ἅπερ ἡ φύσις ἀπένειμεν αὐτοῖς ἀθλοθετοῦσα. τιμήσεις δ’ [[ἐπ’]π[ἐπ’]] οὐδενὶ μᾶλλον ἢ πειρώμενος ἀγαθός τε εἶναι καὶ δοκεῖν εἶναι, ὧν τὸ μὲν τὴν ἄτυφον καὶ ἄπλαστον ἀρετὴν ἐπιζητεῖ, τὸ δὲ τὴν σὺν ὑπολήψει χρηστῇ καὶ τῷ παρὰ τῶν συνόντων ἐπαίνῳ. μικρὰ γὰρ τῶν ἰδίων φροντίζοντες ὠφελειῶν τέλος εὐδαιμονίας νομίζουσι τὴν τῶν παίδων καλοκἀγαθίαν, δι’ ἣν καὶ τοῖς προσταττομένοις θελήσουσιν ὑπακούειν ἐκεῖνοι καὶ ἐν ἅπασι καταπειθεῖς εἶναι τοῖς δικαίοις καὶ συμφέρουσιν· οὐδὲν γὰρ ἀλλότριον ἀρετῆς ὁ ταῖς ἀληθείαις ὑφηγήσεται πατὴρ παιδί. Τεκμηριώσαιτο δ’ ἄν τις τὴν πρὸς γονεῖς εὐσέβειαν οὐ μόνον ἐκ τῶν εἰρημένων, ἀλλὰ κἀκ τῆς πρὸς τοὺς ἥλικας ἐκείνων ἀποδοχῆς. ὁ γὰρ πρεσβύτην καὶ πρεσβύτιδα οὐδὲν γένει προσήκοντας αἰδούμενος ἔοικέ πως ὑπομιμνῄσκεσθαι πατρός τε καὶ μητρὸς καὶ ἀποβλέπων ὥσπερ εἰς ἀρχέτυπα τεθεικέναι τὰς εἰκόνας ἐκείνων. ὅθεν ἐν τοῖς ἱεροῖς γράμμασιν οὐ μόνον προεδρίας ἐξίστασθαι διείρηται νέους πρεσβύταις, ἀλλὰ καὶ παριοῦσιν ὑπανίστασθαι πολιὰν γήρως αἰδουμένους, εἰς ὅπερ ἐλπὶς ἀφικέσθαι τοὺς προνομίας τοῦτ’ ἀξιοῦντας.