Ancient Greek
236 to 241
Philo Judaeus, De specialibus legibus (lib. i‑iv) 236-241
Not analysed yet
ἐπαληθεύσαντι τὴν μετάνοιαν οὐχ ὑποσχέσει ἀλλ’ ἔργοις, ἀποδόσει τῆς παρακαταθήκης καὶ ὧν ἥρπασεν ἢ εὗρεν ἢ συνόλως ἐσφετερίσατο τοῦ πλησίον, προσαποτίσας καὶ τὸ ἐπίπεμπτον εἰς παρηγορίαν τοῦ πλημμεληθέντος. ὅταν δὲ ἱλάσηται τὸν ἠδικημένον πρότερον, ἴτω, φησί, μετὰ ταῦτα καὶ εἰς τὸ ἱερὸν αἰτησόμενος ὧν ἐξήμαρτεν ἄφεσιν, ἐπαγόμενος παράκλητον οὐ μεμπτὸν τὸν κατὰ ψυχὴν ἔλεγχον, ὃς ἀνιάτου συμφορᾶς αὐτὸν ἐρρύσατο τὴν θανατοῦσαν νόσον ἀνεὶς καὶ πρὸς ὑγείαν παντελῆ μεταβαλών. κριὸν δ’ εἶναι καὶ τούτῳ διείρηται σφάγιον, καθὰ καὶ τῷ πρὸς τὰ ἅγια πλημμελήσαντι· τὸ γὰρ ἐν τοῖς ἁγίοις ἀκούσιον ἁμάρτημα ἰσότιμον ἀπέφηνε τῷ περὶ τὰ ἀνθρώπινα ἑκουσίῳ, εἰ μὴ ἄρα καὶ τοῦτ’ ἐστί τι ἅγιον, ἐπειδὴ προσγέγονεν ὅρκος, ὃν οὐκ ἐφ’ ὑγιεῖ γενόμενον ἐπηνωρθώσατο τροπῇ τῇ πρὸς τὸ βέλτιον. Παρατηρητέον δ’ ὅτι τὰ μὲν ἐπιφερόμενα τῷ βωμῷ ἐκ τοῦ περὶ ἁμαρτίας ἱερείου ταὐτά ἐστιν ἃ καὶ ἐπὶ τῆς τοῦ σωτηρίου θυσίας, λοβὸς ἥπατος καὶ στέαρ καὶ νεφροί· τρόπον γάρ τινα καὶ ὁ μετανοῶν σῴζεται, τὴν χαλεπωτέραν τῶν ἐν τῷ σώματι παθῶν νόσον ψυχῆς ἐκτρεπόμενος. τὰ δ’ ἄλλα μέρη τοῦ ζῴου πρὸς ἐδωδὴν ἀπονέμεται διαφερόντως. ἐν τρισὶ δ’ ἡ διαφορά· τόπῳ, χρόνῳ, τοῖς λαμβάνουσι· τόπος μὲν οὖν τὸ ἱερόν, χρόνος δὲ ἀντὶ δυεῖν ἡμερῶν μία, οἱ δὲ μεταλαμβάνοντες ἱερεῖς, ἀλλ’ οὐχ ὧν ἐστιν ἡ θυσία, καὶ ἱερέων ἄρσενες. ἔξω μὲν οὖν οὐκ ἐᾷ τοῦ ἱεροῦ προφέρειν βουλόμενος, εἴ τι τῷ μετανοοῦντι πρότερον ἡμάρτηται, μὴ περίφημον εἶναι βασκάνων καὶ φιλαπεχθημόνων γνώμαις ἀγνώμοσι καὶ στόμασιν ἀχαλίνοις, ἐπ’ ὀνείδει καὶ διαβολαῖς ἐκδεδομένον, ἀλλ’ ἐντὸς ὅρων ἱερῶν, ἐν οἷς καὶ ἡ κάθαρσις γέγονεν, εἶναι.