Ancient Greek · ~5 min
243 to 247
Philo Judaeus, De specialibus legibus (lib. i‑iv) 243-247
Not analysed yet
παρηγορεῖ δὴ τοὺς μηκέτι τὴν τῶν ἀδικημάτων ὁδὸν ἰόντας ὡς ἱερατικοῦ γένους ἕνεκα προαιρέσεως καθαρᾶς μεταλαχόντας καὶ πρὸς ἱερέων ἰσοτιμίαν ἐπαχθέντας. ὅθεν καὶ μιᾷ ἡμέρᾳ τὸ περὶ ἁμαρτίας ἱερεῖον ἀναλίσκεται, ὡς δέον ὑπερτίθεσθαι μὲν τὸ ἁμαρτάνειν μέλλοντας ἀεὶ πρὸς αὐτὸ καὶ βραδύνοντας, πρὸς δὲ τὸ κατορθοῦν ἐπεσπευσμένῳ τάχει χρῆσθαι. τὰ δ’ ὑπὲρ τοῦ ἀρχιερέως ἢ τοῦ ἔθνους ἕνεκα πλημμελείας σφαγιαζόμενα πρὸς μὲν ἐδωδὴν οὐ σκευάζεται, κατακαίεται δ’ ἐπὶ τῆς ἱερᾶς τέφρας, ὡς ἐλέχθη· κρείττων γὰρ οὐδεὶς ἀρχιερέως ἢ τοῦ ἔθνους ἐστίν, ὃς ἁμαρτησάντων γενήσεται παραιτητής. εἰκότως οὖν ἀναλίσκεται τὰ κρέα πυρί, κατὰ μίμησιν τῶν ὁλοκαυτουμένων, ἐπὶ τιμῇ τῶν προσώπων, οὐχ ὅτι πρὸς ἀξίωσιν αἱ ἱεραὶ γίνονται κρίσεις, ἀλλ’ ὅτι τῶν τὰς ἀρετὰς μεγάλων καὶ ὡς ἀληθῶς ἁγίων ἁμαρτήματα τοιαῦτά ἐστιν, ὡς ἑτέρων κατορθώματα νομίζεσθαι. καθάπερ γὰρ ἡ βαθεῖα καὶ ἀρετῶσα πεδιάς, κἂν ἀφορήσῃ ποτέ, τῆς λυπρόγεω φύσει καρπὸν φέρει πλείονα, τὸν αὐτὸν τρόπον καὶ τῶν σπουδαίων καὶ φιλοθέων συμβαίνει τὰς πρὸς καλοκἀγαθίαν ἀφορίας ἀμείνους εἶναι ὧν ἐκ τύχης οἱ φαῦλοι κατορθοῦσι· γνώμῃ γὰρ οὐδὲν ὑγιὲς δρᾶν ὑπομένουσι. Ταῦτα διαταξάμενος περὶ ἑκάστης ἰδέας τῶν θυσιῶν ἐν μέρει, τῆς τε ὁλοκαύτου καὶ σωτηρίου καὶ περὶ ἁμαρτίας, ἄλλην προσνομοθετεῖ κοινὴν τῶν τριῶν, ἵνα ταύτας ἐπιδείξῃ φίλας καὶ συγγενεῖς οὔσας· ἡ δὲ συναγωγὸς αὐτῶν εὐχὴ μεγάλη καλεῖται.