Ancient Greek · ~4 min
25 to 28
Philo Judaeus, De specialibus legibus (lib. i‑iv) 25-28
Not analysed yet
χῆραι δὲ μὴ ῥᾳδίως ὀμνύτωσαν —οὐ γὰρ ἔχουσι τοὺς παραιτητάς, οὔτε ἄνδρας ὧν διεζεύχθησαν οὔτε πατέρας ἀφ’ ὧν μετανέστησαν, ὅτε τὴν πρὸς γάμον ἀποικίαν ἐστέλλοντο —,ἐπειδὴ μένειν τοὺς τούτων ὅρκους ἀναγκαῖον ἐρημίᾳ τῶν κηδομένων βεβαιουμένους. ἐὰν δέ τις ἐπιορκοῦντά τινα εἰδὼς μὴ καταμηνύσῃ ἢ ἀπελέγξῃ φιλίᾳ ἢ αἰδοῖ ἢ φόβῳ διδοὺς πλέον ἢ εὐσεβείᾳ, τοῖς αὐτοῖς ἐπιτιμίοις ἔνοχος ἔστω· διαφέρει γὰρ τοῦ ἀδικεῖν οὐδὲν τὸ συνεπιγράφεσθαι ἀδικοῦντι. δίκαι δὲ κατ’ ἐπιόρκων αἱ μὲν ἀνάκεινται τῷ θεῷ, αἱ δὲ ἀνθρώποις, θεῷ μὲν αἱ ἀνωτάτω καὶ μέγισται —ἵλεως γὰρ οὐ γίνεται τοῖς οὕτως ἀσεβοῦσιν, ἀλλὰ μένειν εἰς ἀεὶ δυσκαθάρτους ἐᾷ, δικαίως, οἶμαι, καὶ προσηκόντως· ὁ γὰρ ἀμελήσας τί δεινὸν εἰ ἀνταμεληθήσεται, οἷς δίδωσι τὰ ἴσα καρπούμενος; —αἱ δ’ ἀπ’ ἀνθρώπων διάφοροι, θάνατος ἢ πληγαί, τῶν μὲν ἀμεινόνων καὶ περιττῶν εἰς εὐσέβειαν θανάτου δίκας βεβαιούντων, τῶν δὲ μαλακώτερον χρωμένων ὀργαῖς δημοσίᾳ μάστιγι τυπτόντων ἀναφανδὸν ἐν κοινῷ· εἰσὶ δὲ καὶ πληγαὶ τοῖς μὴ δουλοπρεπέσιν οὐκ ἔλαττον δίκης θανάτου.