Ancient Greek · ~2 min
ΠΕΡΙ ΤΩΝ ΑΝΑΦΕΡΟΜΕΝΩΝ ΕΝ ΕΙΔΕΙ ΝΟΜΩΝ ΕΙΣ ΤΡΙΑ ΓΕΝΗ ΤΩΝ ΔΕΚΑ ΛΟΓΙΩΝ, ΤΟ ΤΡΙΤΟΝ, ΤΟ ΤΕΤΑΡΤΟΝ, ΤΟ ΠΕΜΠΤΟΝ· ΤΟ ΠΕΡΙ ΕΥΟΡΚΙΑΣ ΚΑΙ ΣΕΒΑΣΜΟΥ ΤΗΣ ΙΕΡΑΣ ΕΒΔΟΜΗΣ ΚΑΙ ΓΟΝΕΩΝ ΤΙΜΗΣ
Philo Judaeus, De specialibus legibus (lib. i‑iv) 251
Not analysed yet
καὶ ὁ μὲν ὑπέστρεφεν ἀγκαλίδα ἀγαγών, οἱ δὲ τῶν σκηνῶν ἐκχυθέντες, καίτοι παρατεθηγμένοι, νεώτερον οὐδὲν ἕνεκα τοῦ περὶ τὴν ἡμέραν ἱεροπρεποῦς εἰργάσαντο, πρὸς δὲ τὸν ἄρχοντα ἀγαγόντες τὸ ἀσέβημα μηνύουσιν· ὁ δ’ εἰς εἱρκτὴν ἀποθέμενος, ἐκπεσόντος λογίου καταλεύειν τὸν ἄνθρωπον, ἐκδίδωσι τοῖς πρῶτον θεασαμένοις εἰς ἀπώλειαν. ὡς γάρ, οἶμαι, πῦρ ἐναύειν ἑβδόμαις οὐκ ἐπιτέτραπται —δι’ ἣν πρόσθεν αἰτίαν εἶπον —,οὕτως οὐδὲ τὰ πυρὸς ἐκκαύματα συλλέγειν.