Ancient Greek · ~2 min
257 to 258
Philo Judaeus, De specialibus legibus (lib. i‑iv) 257-258
Not analysed yet
Αἱ μὲν οὖν κατὰ τῶν παραβαινόντων τοὺς πέντε χρησμοὺς τιμωρίαι δεδήλωνται. τὰ δὲ προκείμενα τοῖς φυλάττουσιν αὐτοὺς ἆθλα, καὶ εἰ μὴ ῥηταῖς προστάξεσι μεμήνυκεν ὁ νόμος, ἀλλά τοι δι’ ὑπονοίας ἐμφαίνεται. τὸ μὲν οὖν μὴ νομίζειν θεοὺς ἑτέρους μηδὲ χειρόκμητα θεοπλαστεῖν μηδὲ ψευδορκεῖν ἑτέρου γέρως χρεῖον οὐκ ἔστιν· αὐτὸ γάρ, οἶμαι, τὸ ταῦτα ἐπιτηδεύειν ἄριστον καὶ τελεώτατόν ἐστι γέρας· ἐπὶ τίνι γὰρ δύναιτ’ ἄν τις ἡσθῆναι μᾶλλον ἀληθείας ἐρῶν ἢ τῷ ἑνὶ προσκεῖσθαι θεῷ καὶ τῆς τούτου θεραπείας ἀδόλως καὶ καθαρῶς περιέχεσθαι;