Ancient Greek · ~2 min
ΠΕΡΙ ΤΩΝ ΑΝΑΦΕΡΟΜΕΝΩΝ EN ΕΙΔΕΙ ΝΟΜΩΝ ΕΙΣ ΔΥΟ ΓΕΝΗ ΤΩΝ ΔΕΚΑ ΛΟΓΙΩΝ, ΤΟ ΕΚΤΟΝ ΚΑΙ ΤΟ ΕΒΔΟΜΟΝ, ΤΟ ΚΑΤΑ ΜΟΙΧΩΝ ΚΑΙ ΠΑΝΤΟΣ ΑΚΟΛΑΣΤΟΥ ΚΑΙ ΤΟ ΚΑΤΑ ΑΝΔΡΟΦΟΝΩΝ ΚΑΙ ΠΑΣΗΣ ΒΙΑΣ
Philo Judaeus, De specialibus legibus (lib. i‑iv) 26-2
Not analysed yet
αἵματος οὐκ ἀποδεούσας. ὧν χάριν πολλὰς καὶ ἄλλας ὁμιλίας ἐκώλυσε προστάξας μὴ θυγατριδῆν, μὴ υἱιδῆν, μὴ τηθίδα πρὸς πατρὸς ἢ μητρός, μὴ θείου ἢ υἱοῦ ἢ ἀδελφοῦ γυναῖκα γενομένην ἐγγυᾶσθαι, μηδ’ αὖ προγονὴν ἢ χήραν ἢ παρθένον ζώσης μὲν τῆς γυναικὸς —ἄπαγε —ἀλλὰ μηδ’ ἀποθανούσης· δυνάμει γὰρ ὅ γε πατρωὸς πατὴρ ὀφείλων τὴν ἐκ τῆς γυναικὸς ἐν τάξει θυγατρὸς τίθεσθαι.