Ancient Greek · ~2 min
260 to 261
Philo Judaeus, De specialibus legibus (lib. i‑iv) 260-261
Not analysed yet
εὑρήσεις γὰρ τὴν τοσαύτην περὶ τὸ ζῷον ἀκριβολογίαν αἰνιττομένην διὰ συμβόλου τὴν τῶν σῶν βελτίωσιν ἠθῶν· οὐ γὰρ ὑπὲρ ἀλόγων ὁ νόμος, ἀλλ’ ὑπὲρ τῶν νοῦν καὶ λόγον ἐχόντων, ὥστε οὐ τῶν θυομένων φροντίς ἐστιν, ἵνα μηδεμίαν ἔχῃ λώβην, ἀλλὰ τῶν θυόντων, ἵνα περὶ μηδὲν πάθος κηραίνωσι. τό γε μὴν σῶμα, ὡς εἶπον, λουτροῖς καὶ περιρραντηρίοις καθαίρει καὶ οὐκ ἐᾷ περιρρανάμενον εἰς ἅπαξ ἢ ἀπολουσάμενον εὐθὺς εἴσω περιβόλων ἱερῶν παρέρχεσθαι, ἀλλὰ ἑπτὰ ἡμέρας ἔξω διατρίβειν κελεύει καὶ δὶς περιρραίνεσθαι τῇ τρίτῃ καὶ ἑβδόμῃ καὶ μετὰ ταῦτα λουσαμένῳ παρέχει τάς τε εἰσόδους καὶ τὰς ἱερουργίας ἀδεεῖς.