Ancient Greek · ~4 min
260 to 262
Philo Judaeus, De specialibus legibus (lib. i‑iv) 260-2-262
Not analysed yet
πάλιν γε μὴν τοῖς τὴν ἱερὰν ἑβδόμην φυλάττουσι συμβαίνει περὶ δύο τὰ ἀναγκαιότατα ὠφελεῖσθαι, σῶμα καὶ ψυχήν, τὸ μὲν ἀναπαύλαις ἐκ τῶν συνεχῶν καὶ ἀτρύτων πόνων, τὴν δ’ ὑπολήψεσιν ἀρίσταις περὶ θεοῦ ὡς κοσμοποιοῦ καὶ ἐπιμελουμένου ὧν ἐγέννησε· καὶ γὰρ τὰ σύμπαντα ἐτελεσφόρησεν ἑβδομάδι. δῆλον οὖν ἐκ τούτων, ὅτι τὴν ἑβδόμην τιμῶν αὐτὸς εὑρίσκεται τιμήν. ὁμοίως μέντοι καὶ ὁ τοὺς γονεῖς ἀποδεχόμενος μὴ θηράσθω τι πλέον· εὑρήσει γὰρ σκοπῶν ἐν αὐτῷ τῷ ἔργῳ τὸ ἆθλον. οὐ μὴν ἀλλ’ ἐπειδὴ τῶν προτέρων τεσσάρων κεφαλαίων, ἃ θειοτέρας ἔλαχε μοίρας, ἔλαττον τοῦτ’ ἐστὶ διὰ τὸ θνητῶν ἐφάπτεσθαι, παρηγόρησεν εἰπών· „τίμα πατέρα καὶ μητέρα, ἵνα εὖ σοι γένηται καὶ ἵνα μακροχρόνιος γένῃ“ (Exod. 20, 12. Deut. 5,16), δύο γέρα τιθείς· ἓν μὲν μετουσίαν ἀρετῆς, τὸ γὰρ εὖ ἡ ἀρετὴ ἢ οὐκ ἄνευ ἀρετῆς, ἕτερον δέ, εἰ δεῖ τἀληθὲς εἰπεῖν, ἀθανασίαν διὰ πολυχρονίου ζωῆς καὶ βίου μακραίωνος, ὃν καὶ μετὰ σώματος θρέψεις ψυχῇ κεκαθαρμένῃ τελείᾳ καθάρσει βιῶν. ταῦτα μὲν οὖν ἀποχρώντως λέλεκται, τὰ δ’ ἐν τῇ δευτέρᾳ δέλτῳ μετὰ ταῦτα καιροῦ διδόντος ἐπισκεψόμεθα.