Ancient Greek · ~3 min
263 to 265
Philo Judaeus, De specialibus legibus (lib. i‑iv) 263-265
Not analysed yet
αἰτία δ’ οὐκ ἀπὸ σκοποῦ λέγοιτ’ ἂν ἥδε· βούλεται τοὺς ἐπὶ τὴν τοῦ ὄντος θεραπείαν ἰόντας γνῶναι πρότερον ἑαυτοὺς καὶ τὴν ἰδίαν οὐσίαν· ὁ γὰρ ἀνεπιστήμων ἑαυτοῦ πῶς ἂν δυνηθείη καταλαβεῖν τὴν ἀνωτάτω καὶ πάνθ’ ὑπερβάλλουσαν θεοῦ δύναμιν; ἔστιν οὖν ἡμῶν ἡ κατὰ τὸ σῶμα οὐσία, γῆ καὶ ὕδωρ, ἧς ὑπομιμνῄσκει διὰ τῆς καθάρσεως, αὐτὸ τοῦθ’ ὑπολαμβάνων εἶναι τὴν ὠφελιμωτάτην κάθαρσιν, τὸ γνῶναί τινα ἑαυτὸν καὶ ἐξ οἵων ὡς οὐδεμιᾶς σπουδῆς ἀξίων, τέφρας καὶ ὕδατος, συνεκράθη. τοῦτο γὰρ ἐπιγνοὺς τὴν ἐπίβουλον οἴησιν εὐθὺς ἀποστραφήσεται καὶ καθελὼν τὸ ὑπέραυχον εὐαρεστήσει θεῷ καὶ μεταποιήσεται τῆς ἵλεω δυνάμεως αὐτοῦ τοῦ μισοῦντος ἀλαζονείαν. εἴρηται γάρ που καλῶς, ὅτι ὁ ἐγχειρῶν ὑπεραύχοις ἢ λόγοις ἢ ἔργοις οὐκ ἀνθρώπους μόνον ἀλλὰ καὶ „θεὸν παροξύνει“ τὸν ἰσότητος καὶ παντὸς τοῦ ἀρίστου δημιουργόν (Num. 15,30).