Ancient Greek · ~5 min
290 to 293
Philo Judaeus, De specialibus legibus (lib. i‑iv) 290-293
Not analysed yet
διὸ καὶ κέκληκε θυσιαστήριον, ἴδιον καὶ ἐξαίρετον ὄνομα θέμενος αὐτῷ παρὰ τὸ διατηρεῖν, ὡς ἔοικε, τὰς θυσίας, καίτοι τῶν κρεῶν ἀναλισκομένων ὑπὸ πυρός· ὡς εἶναι σαφεστάτην πίστιν, ὅτι οὐ τὰ ἱερεῖα θυσίαν ἀλλὰ τὴν διάνοιαν καὶ προθυμίαν ὑπολαμβάνει τοῦ καταθύοντος εἶναι, ἐν ᾗ τὸ μόνιμον καὶ βέβαιον ἐξ ἀρετῆς. προσέτι κἀκεῖνο προσνομοθετεῖ, κελεύων πᾶσαν θυσίαν δίχα ζύμης καὶ μέλιτος προσάγεσθαι, μηδέτερον ἀξιῶν ἀναφέρειν ἐπὶ τὸ θυσιαστήριον· μέλι μὲν ἴσως, ἐπειδήπερ ἡ συναγωγὸς αὐτοῦ μέλιττα ζῷόν ἐστιν οὐ καθαρόν, ἐκ σήψεως καὶ φθορᾶς νεκρῶν, ὡς ὁ λόγος, βοῶν γεννώμενον, καθὰ καὶ οἱ σφῆκες ἐξ ἱππείων σωμάτων· ἢ κατὰ σύμβολον τοῦ πᾶσαν ἀνίερον εἶναι τὴν περιττὴν ἡδονήν, τὰ μὲν περὶ τὴν κατάποσιν γλυκαίνουσαν, πικρὰς δὲ καὶ δυσιάτους αὖθις ἐπιφέρουσαν ἀλγηδόνας, ὑφ’ ὧν ἀνάγκη τὴν ψυχὴν σείεσθαι καὶ κλονεῖσθαι παγίως ἱδρυθῆναι μὴ δυναμένην· ζύμην δὲ διὰ τὴν γινομένην ἔπαρσιν ἐξ αὐτῆς, πάλιν συμβολικῶς, ἵνα μηδεὶς προσιὼν τῷ θυσιαστηρίῳ τὸ παράπαν ἐπαίρηται φυσηθεὶς ὑπ’ ἀλαζονείας, ἀλλ’ εἰς τὸ τοῦ θεοῦ μέγεθος ἀποβλέπων αἴσθησιν λαμβάνῃ τῆς περὶ τὸ γενητὸν ἀσθενείας, κἂν εὐτυχίαις ἑτέρων διαφέρῃ, καὶ τὸν εἰκότα ποιησάμενος λογισμὸν στέλλῃ τὸ τοῦ φρονήματος ὑπέραυχον ὕψος, τὴν ἐπίβουλον οἴησιν καθαιρῶν.