Ancient Greek · ~4 min
295 to 297
Philo Judaeus, De specialibus legibus (lib. i‑iv) 295-297
Not analysed yet
γυμνὸς μὲν γάρ, θαυμάσιε, ἦλθες, γυμνὸς δὲ πάλιν ἄπεις, τὸν μεταξὺ χρόνον γενέσεως καὶ θανάτου παρὰ τοῦ θεοῦ χρῆσιν λαβών, ἐν ᾧ τί ποιεῖν προσῆκον ἦν ἢ κοινωνίας καὶ ὁμονοίας ἰσότητός τε καὶ φιλανθρωπίας καὶ τῆς ἄλλης ἀρετῆς ἐπιμελεῖσθαι, ἀποβαλλόμενον τὴν ἄνισον καὶ ἄδικον καὶ ἀσύμβατον κακίαν, ἣ τὸ ἡμερώτατον φύσει ζῷον, ἄνθρωπον, ὠμὸν καὶ ἀτίθασον ἐργάζεται; Πάλιν ἀφ’ ἑσπέρας ἕως πρωίας προστάττει καίεσθαι λύχνους ἐπὶ τῆς ἱερᾶς λυχνίας εἴσω τοῦ καταπετάσματος, πολλῶν χάριν· ἑνὸς μὲν ἵνα ἐκ διαδοχῆς τοῦ μεθημερινοῦ φωτὸς καταλάμπηται τὰ ἅγια γινόμενα ἀεὶ σκότους ἀμέτοχα καθ’ ὁμοιότητα τῶν ἀστέρων· καὶ γὰρ οὗτοι δύντος ἡλίου τὸ ἴδιον ἀναφαίνουσι φέγγος ἣν ἐτάχθησαν ἐν τῷ κόσμῳ τάξιν οὐ λείποντες· ἑτέρου δὲ τοῦ καὶ νύκτωρ ἀδελφόν τι καὶ συγγενὲς ταῖς μεθημεριναῖς θυσίαις ἐπιτελεῖσθαι πρὸς ἀρέσκειαν θεοῦ καὶ μηδένα χρόνον ἢ καιρὸν εὐχαριστίας παραλείπειν· ἐπιτηδειοτάτη δὲ καὶ προσφυεστάτη νυκτὶ τῆς εὐχαριστίας θυσία —θυσίαν γὰρ αὐτὴν ἄξιον καλεῖν —ἡ τοῦ ἱερωτάτου φέγγους ἐν τοῖς ἀδύτοις αὐγή·