Ancient Greek · ~3 min
30 to 31
Philo Judaeus, De specialibus legibus (lib. i‑iv) 30-3-31
Not analysed yet
ἐὰν δέ, φησίν, ἀνδρὸς ἀπαλλαγεῖσα γυνὴ καθ’ ἣν ἂν τύχῃ πρόφασιν ἑτέρῳ γημαμένη πάλιν χηρεύσῃ, ζῶντος ἢ καὶ τετελευτηκότος τοῦ δευτέρου, μὴ ἐπανίτω πρὸς ἄνδρα τὸν πρότερον, ἀλλὰ πᾶσι τοῖς ἄλλοις ἔνσπονδος μᾶλλον ἢ τῷδε γενέσθω, θεσμοὺς παραβᾶσα τοὺς ἀρχαίους, ὧν ἐξελάθετο φίλτρα καινὰ πρὸ τῶν παλαιῶν ἑλομένη. πρὸς δὲ συμβάσεις εἴ τις ἐθέλει χωρεῖν ἀνὴρ τῇ τοιαύτῃ γυναικί, μαλακίας καὶ ἀνανδρίας ἐκφερέσθω δόξαν, ἐκτετμημένος τῆς ψυχῆς τὸ βιωφελέστατον, μισοπόνηρον πάθος, ὑφ’ οὗ καὶ τὰ οἴκων καὶ τὰ πόλεων πράγματα κατορθοῦται, καὶ δύο τὰ μέγιστα τῶν ἀδικημάτων εὐφόρως ἀπομαξάμενος, μοιχείαν τε καὶ προαγωγείαν· αἱ γὰρ αὖθις καταλλαγαὶ μηνύματ’ εἰσὶ τοῦ ἑκατέρου· θανάτου δίκην τινέτω σὺν τῇ γυναικί.