Ancient Greek
301 to 306
Philo Judaeus, De specialibus legibus (lib. i‑iv) 301-306
Not analysed yet
οὐκ ἄπλωτα πελάγη δεῖ περαιοῦσθαι καὶ μέσου χειμῶνος κλύδωνι καὶ βίαις ἐναντίων πνευμάτων κλονουμένους ἄνω καὶ κάτω θαλαττεύειν ἢ τραχείας καὶ ἀτριβεῖς πεζεύειν ἀνοδίας, οὐχ ὁδούς, λῃστῶν ἢ θηρίων ἐφόδους ἀεὶ κατεπτηχότας ἢ τειχοφυλακεῖν ἐν ὑπαίθρῳ νυκτερεύοντας, ἐφεδρευόντων πολεμίων καὶ τοὺς ἀνωτάτω κινδύνους ἀπειλούντων —ἄπαγε, μηδὲν ἐπὶ καλοῖς λεγέσθω τῶν ἀηδῶν· εὐφημητέον ἐπὶ τοῖς οὕτω συμφέρουσιν. ἐπινεῦσαι μόνον δεῖ τὴν ψυχήν, καὶ πάρεστιν ἐν ἑτοίμῳ τὰ πάντα. ἢ τοῦτο ἀγνοεῖς, ὅτι τοῦ θεοῦ καὶ ὁ αἰσθητός ἐστιν οὐρανὸς καὶ ὁ νοητός, ὁ κυρίως, εἴποι τις ἄν, „οὐρανὸς οὐρανοῦ”, καὶ πάλιν ἡ γῆ καὶ τὰ ἐν αὐτῇ καὶ σύμπας ὁ κόσμος, ὅ τε ὁρατὸς καὶ ὁ ἀόρατος καὶ ἀσώματος, τὸ παράδειγμα τοῦ ὁρατοῦ οὐρανοῦ; ἀλλ’ ὅμως καὶ ἐξ ἅπαντος ἀνθρώπων γένους τοὺς πρὸς ἀλήθειαν ἀνθρώπους ἀριστίνδην ἐπιλέξας εἵλετο καὶ προνομίας ἠξίωσε τῆς πάσης, ἐπὶ τὴν θεραπείαν καλέσας ἑαυτοῦ, τὴν ἀέναον τῶν καλῶν πηγήν, ἀφ’ ἧς καὶ τὰς ἄλλας ὤμβρησεν ἀρετὰς καὶ ἀνέχεεν εἰς ἀπόλαυσιν ὠφελιμωτάτην, νέκταρος μᾶλλον ἢ οὐχ ἧττον ἀθανατίζον ποτόν. οἰκτροὶ δὲ καὶ κακοδαίμονες ὅσοι μὴ τὸν ἀρετῆς πότον εὐωχήθησαν καὶ κακοδαιμονέστατοι διετέλεσαν οἱ εἰς ἅπαν ἄγευστοι καλοκἀγαθίας, παρὸν καὶ ἐνευφρανθῆναι καὶ ἐντρυφῆσαι δικαιοσύνῃ καὶ ὁσιότητι· ἀλλ’ εἰσὶν ἀπερίτμητοι τὴν καρδίαν, ᾗ φησιν ὁ νόμος, καὶ διὰ σκληρότητα τρόπων ἀφηνιασταί, σκιρτῶντες αὐθαδῶς καὶ ἀπαυχενίζοντες· οὓς νουθετεῖ φάσκων· „περιτέμνεσθε τὴν σκληροκαρδίαν” (Deut. 10, 16), τὸ δέ ἐστι, τὰς περιττευούσας φύσεις τοῦ ἡγεμονικοῦ, ἃς αἱ ἄμετροι τῶν παθῶν ἔσπειράν τε καὶ συνηύξησαν ὁρμαὶ καὶ ὁ κακὸς ψυχῆς γεωργὸς ἐφύτευσεν, ἀφροσύνη, μετὰ σπουδῆς ἀποκείρασθε. καὶ ὁ τράχηλος, φησίν, ὑμῶν μὴ σκληρὸς ἔστω, τουτέστι, μὴ ἀκαμπὴς ὁ νοῦς καὶ αὐθαδέστατος, μηδ’ ὑπὸ τῆς ἄγαν σκαιότητος ἐπιτηδευέτω τὴν βλαβερωτάτην ἀμαθίαν, ἀλλὰ τὸ φύσει δύσκολον καὶ δύστροπον ἀποθέμενος ὡς ἐχθρὸν μεταβαλλέτω πρὸς τὸ εὔκολον, πειθαρχήσων νόμοις φύσεως.