Ancient Greek · ~6 min
308 to 312
Philo Judaeus, De specialibus legibus (lib. i‑iv) 308-312
Not analysed yet
κραταιός. ἀλλ’ ὅμως. ὁ τοσοῦτος ἐν ἀρεταῖς καὶ δυνάμεσιν ἔλεον καὶ οἶκτον λαμβάνει τῶν ἐν ἐνδείαις ἀπορωτάτων, οὐκ ἀπαξιῶν γενέσθαι κριτὴς προσηλύτοις ἢ ὀρφανοῖς ἢ χήραις, ἀλλὰ βασιλέων καὶ τυράννων καὶ τῶν ἐν μεγάλαις δυναστείαις ὑπεριδὼν τὸ ταπεινὸν τῶν λεχθέντων ἀξιοῖ προνοίας. τῶν μὲν ἐπηλύτων διὰ τόδε· καταλιπόντες οὗτοι τὰ πάτρια οἷς ἐνετράφησαν ψευδῶν πλασμάτων γέμοντα καὶ τύφου, γενόμενοι ἀτυφίας καὶ ἀληθείας ἐρασταὶ γνήσιοι, μετεχώρησαν πρὸς εὐσέβειαν, ἱκέται τε καὶ θεραπευταὶ τοῦ ὄντως ὄντος ἀξίως ὄντες τῆς προνοίας τῆς ἁρμοττούσης εἰκότως μεταλαγχάνουσι, καρπὸν εὑράμενοι τῆς ἐπὶ τὸν θεὸν καταφυγῆς τὴν ἀπ’ αὐτοῦ βοήθειαν. ὀρφανῶν δὲ καὶ χηρῶν, ἐπειδὴ κηδεμόνας ἀφῄρηνται, οἱ μὲν γονεῖς, αἱ δὲ ἄνδρας, καταφυγὴ δ’ οὐδεμία τοῖς οὕτως ἐρήμοις ἐξ ἀνθρώπων ἀπολείπεται· διὸ τῆς μεγίστης ἐλπίδος οὐκ ἀμοιροῦσι, τοῦ θεοῦ, διὰ τὴν ἵλεω φύσιν αὐτοῦ τὴν πρόνοιαν καὶ ἐπιμέλειαν μὴ ἀποστραφέντος τῶν οὕτως ἐρήμων. ἔστω δή, φησί, μόνος θεὸς αὔχημά σου καὶ μέγιστον κλέος, καὶ μήτ’ ἐπὶ πλούτῳ μήτε δόξῃ μήτε ἡγεμονίᾳ μήτε σώματος εὐμορφίᾳ μήτε ῥώμῃ μήτε τοῖς παραπλησίοις, ἐφ’ οἷς εἰώθασιν οἱ κενοὶ φρενῶν ἐπαίρεσθαι, σεμνυνθῇς, λογισάμενος ὅτι πρῶτον μὲν ἀμέτοχα ταῦτ’ ἐστὶ τῆς τοῦ ἀγαθοῦ φύσεως, ἔπειτα δ’ ὅτι καιρὸν ὀξὺν ἔχει τῆς μεταβολῆς, μαραινόμενα τρόπον τινά, πρὶν ἀνθῆσαι βεβαίως. ὃ δὴ πάγιον καὶ ἄτρεπτον καὶ ἀμετάβλητον ἀγαθὸν μεταδιώκωμεν καὶ τῆς ἱκεσίας καὶ θεραπείας αὐτοῦ περιεχώμεθα καὶ μήτε κρατήσαντες ἐχθρῶν ζηλώσωμεν τὰς ἐκείνων ἐν αἷς εὐσεβεῖν δοκοῦσιν ἀσεβείας υἱοὺς καὶ θυγατέρας τοῖς αὑτῶν κατακαίοντες θεοῖς —οὐχ