Ancient Greek
31 to 32
Philo Judaeus, De specialibus legibus (lib. i‑iv) 31-2-32
Not analysed yet
ἣ δ’ ἂν ἀπορφανισθῇ ψυχὴ καὶ γενεᾶς τῆς κατὰ τὴν φρόνησιν καὶ ἐπιγαμίας τῆς κατὰ τὸν ὀρθὸν λόγον, χηρεύουσα τῶν καλλίστων καὶ ἔρημος οὖσα σοφίας, ὑπαίτιον ἑλομένη ζωήν, ἔνοχος ἔστω οἷς ἔγνω καθ’ ἑαυτῆς, ἰατρὸν ἁμαρτημάτων οὐκ ἔχουσα οὔθ’ ὡς ἄνδρα συμβιωτὴν οὔθ’ ὡς πατέρα γεννητὴν τὸν κατὰ σοφίαν λόγον. Τῶν δὲ μὴ μόνον τὰς οὐσίας ἢ μέρη τούτων ἀλλὰ καὶ αὑτοὺς ἀνάθημα ποιησαμένων ἐν εὐχαῖς ὥρισε τιμάς, οὐ πρὸς κάλλος ἢ μέγεθος ἤ τι τῶν ὁμοιοτρόπων ἀπιδών, ἀλλὰ πρὸς ἀριθμὸν ἴσον, διακρίνας ἄνδρας αὐτὸ μόνον γυναικῶν καὶ νηπίους τελείων.