Ancient Greek · ~2 min
Περὶ περιτομῆς.
Philo Judaeus, De specialibus legibus (lib. i‑iv) 329
Not analysed yet
οὗ τί γένοιτ’ ἂν ἀτοπώτερον; ἐξ ἐκείνης γὰρ πάντ’ ἐγέννησεν ὁ θεός, οὐκ ἐφαπτόμενος αὐτός —οὐ γὰρ ἦν θέμις ἀπείρου καὶ πεφυρμένης ὕλης ψαύειν τὸν εὐδαίμονα καὶ μακάριον —,ἀλλὰ ταῖς ἀσωμάτοις δυνάμεσιν, ὧν ἔτυμον ὄνομα αἱ ἰδέαι, κατεχρήσατο πρὸς τὸ γένος ἕκαστον τὴν ἁρμόττουσαν λαβεῖν μορφήν. ἡ δὲ πολλὴν ἀταξίαν εἰσηγεῖται καὶ σύγχυσιν· ἀναιροῦσα γὰρ ταῦτα, δι’ ὧν αἱ ποιότητες, συναναιρεῖ ποιότητας.