Ancient Greek
ΠΕΡΙ ΤΩΝ ΑΝΑΦΕΡΟΜΕΝΩΝ EN ΕΙΔΕΙ ΝΟΜΩΝ ΕΙΣ ΔΥΟ ΓΕΝΗ ΤΩΝ ΔΕΚΑ ΛΟΓΙΩΝ, ΤΟ ΕΚΤΟΝ ΚΑΙ ΤΟ ΕΒΔΟΜΟΝ, ΤΟ ΚΑΤΑ ΜΟΙΧΩΝ ΚΑΙ ΠΑΝΤΟΣ ΑΚΟΛΑΣΤΟΥ ΚΑΙ ΤΟ ΚΑΤΑ ΑΝΔΡΟΦΟΝΩΝ ΚΑΙ ΠΑΣΗΣ ΒΙΑΣ
Philo Judaeus, De specialibus legibus (lib. i‑iv) 33-3
Not analysed yet
καθαίρει δὲ καὶ ἡ φύσις ἑκάστῳ μηνὶ τὴν μήτραν οἷά τινα θαυμαστὴν ἄρουραν, ἧς τὸν καιρὸν ἀγαθοῦ γεωργοῦ τρόπον ἐπιτηρητέον, ἵν’ ἔτι μὲν ἐπικλυζομένης ἐπέχοι τὸν σπόρον —λήσεται γὰρ τῇ φορᾷ κατασυρεὶς ὑπὸ τῆς ὑγρότητος τοὺς σπερματικοὺς τόνους οὐ χαλασθεὶς μόνον ἀλλὰ καὶ εἰς ἅπαν ἐκλυθείς· οὗτοι δ’ εἰσὶν οἱ ἐν τῇ μήτρᾳ τῷ τῆς φύσεως ἐργαστηρίῳ ζῳοπλαστοῦντες καὶ τῶν μερῶν ἕκαστον σώματός τε καὶ ψυχῆς ἀκρότητι τέχνης τελεσιουργοῦντες —,εἰ δ’ ἐπίσχοι τὰ μηνιαῖα, θαρρῶν ἤδη γόνιμα κατασπείροι μηκέτι φθορὰς τῶν καταβληθησομένων δεδιώς.