Ancient Greek
4 to 10
Philo Judaeus, De specialibus legibus (lib. i‑iv) 4-10
Not analysed yet
ἓν μὲν χαλεπῆς νόσου καὶ δυσιάτου, ποσθένης, ἀπαλλαγήν, ἣν ἄνθρακα καλοῦσιν, ἀπὸ τοῦ καίειν ἐντυφόμενον, ὡς οἶμαι, ταύτης τῆς προσηγορίας τυχόντα, ὅπερ εὐκολώτερον τοῖς ἀκροποσθίας ἔχουσιν ἐγγίνεται· δεύτερον δὲ τὴν δι’ ὅλου τοῦ σώματος καθαριότητα πρὸς τὸ ἁρμόττον τάξει ἱερωμένῃ, παρὸ καὶ ξυρῶνται τὰ σώματα προσυπερβάλλοντες οἱ ἐν Αἰγύπτῳ τῶν ἱερέων· ὑποσυλλέγεται γὰρ καὶ ὑποστέλλει καὶ θριξὶ καὶ ποσθίαις ἔνια τῶν ὀφειλόντων καθαίρεσθαι· τρίτον δὲ τὴν πρὸς καρδίαν ὁμοιότητα τοῦ περιτμηθέντος μέρους· πρὸς γὰρ γένεσιν ἄμφω παρεσκεύασται, τὸ μὲν ἐγκάρδιον πνεῦμα νοημάτων, τὸ δὲ γόνιμον ὄργανον ζῴων· ἐδικαίωσαν γὰρ οἱ πρῶτοι τῷ ἀφανεῖ καὶ κρείττονι, δι’ οὗ τὰ νοητὰ συνίσταται, τὸ ἐμφανὲς καὶ ὁρατόν, ᾧ τὰ αἰσθητὰ γεννᾶσθαι πέφυκεν, ἐξομοιῶσαι· τέταρτον δὲ καὶ ἀναγκαιότατον τὴν πρὸς πολυγονίαν παρασκευήν· λέγεται γὰρ ὡς εὐοδεῖ τὸ σπέρμα μήτε σκιδνάμενον μήτε περιρρέον εἰς τοὺς τῆς ποσθίας κόλπους· ὅθεν καὶ τὰ περιτεμνόμενα τῶν ἐθνῶν πολυγονώτατα καὶ πολυανθρωπότατα εἶναι δοκεῖ. Ταῦτα μὲν οὖν εἰς ἀκοὰς ἦλθε τὰς ἡμετέρας, ἀρχαιολογούμενα παρὰ θεσπεσίοις ἀνδράσιν, οἳ τὰ Μωυσέως οὐ παρέργως διηρεύνησαν. ἐγὼ δὲ πρὸς τοῖς εἰρημένοις καὶ σύμβολον ἡγοῦμαι τὴν περιτομὴν δυοῖν εἶναι τοῖν ἀναγκαιοτάτοιν· ἑνὸς μὲν ἡδονῶν ἐκτομῆς, αἳ καταγοητεύουσι διάνοιαν· ἐπειδὴ γὰρ τὰ νικητήρια φέρεται τῶν ἐν ἡδοναῖς φίλτρων ἡ ἀνδρὸς πρὸς γυναῖκα συνουσία, τὸ ὑπηρετοῦν ταῖς τοιαύταις ὁμιλίαις ὄργανον ἀκρωτηριάζειν ἔδοξε τοῖς νομοθέταις, αἰνιττομένοις περιτομὴν περιττῆς ἐκτομὴν καὶ πλεοναζούσης ἡδονῆς, οὐ μιᾶς, ἀλλὰ διὰ μιᾶς τῆς βιαστικωτάτης καὶ τῶν ἄλλων ἁπασῶν· ἑτέρου δὲ τοῦ γνῶναί τινα ἑαυτὸν καὶ τὴν βαρεῖαν νόσον, οἴησιν, ψυχῆς ἀπώσασθαι· ἔνιοι γὰρ ὡς ἀγαθοὶ ζῳοπλάσται ζῴων τὸ κάλλιστον, ἄνθρωπον, ηὔχησαν δύνασθαι δημιουργεῖν καὶ φυσηθέντες ὑπ’ ἀλαζονείας ἑαυτοὺς ἐξεθείωσαν, τὸν ὡς ἀληθῶς αἴτιον γενέσεως ὄντα θεὸν παρακαλυψάμενοι, καίτοι γε ἐκ τῶν συνήθων ἐπανορθώσασθαι τὴν ἀπάτην δυνάμενοι·