Ancient Greek
ΠΕΡΙ ΤΩΝ ΑΝΑΦΕΡΟΜΕΝΩΝ EN ΕΙΔΕΙ ΝΟΜΩΝ ΕΙΣ ΔΥΟ ΓΕΝΗ ΤΩΝ ΔΕΚΑ ΛΟΓΙΩΝ, ΤΟ ΕΚΤΟΝ ΚΑΙ ΤΟ ΕΒΔΟΜΟΝ, ΤΟ ΚΑΤΑ ΜΟΙΧΩΝ ΚΑΙ ΠΑΝΤΟΣ ΑΚΟΛΑΣΤΟΥ ΚΑΙ ΤΟ ΚΑΤΑ ΑΝΔΡΟΦΟΝΩΝ ΚΑΙ ΠΑΣΗΣ ΒΙΑΣ
Philo Judaeus, De specialibus legibus (lib. i‑iv) 4-2
Not analysed yet
στένων δ’ ὅμως ἀντέχω τὸν ἐκ πρώτης ἡλικίας ἐνιδρυμένον τῇ ψυχῇ παιδείας ἵμερον ἔχων, ὃς ἔλεόν μου καὶ οἶκτον ἀεὶ λαμβάνων ἀνεγείρει καὶ ἀνακουφίζει. διὰ τοῦτον ἔστιν ὅτε τὴν κεφαλὴν ἐπαίρω καὶ τοῖς τῆς ψυχῆς ὄμμασιν ἀμυδρῶς μὲν —τὸ γὰρ ὀξυδερκὲς αὐτῶν ἡ τῶν ἀλλοκότων πραγμάτων ἀχλὺς ἐπεσκίασεν —ἀλλ’ ἀναγκαίως γοῦν περιβλέπομαι τἀν κύκλῳ καθαρᾶς καὶ ἀμιγοῦς κακῶν ζωῆς σπάσαι γλιχόμενος.