Ancient Greek · ~2 min
43 to 44
Philo Judaeus, De specialibus legibus (lib. i‑iv) 43-44
Not analysed yet
νυνὶ δ’ αἱ πλεονεξίαι καὶ ἀντεπιθέσεις, ἃς ἄνδρες ὁμοῦ καὶ γυναῖκες μηχανῶνται κατά τε αὑτῶν καὶ κατ’ ἀλλήλων, τὸ συνεχὲς τῆς ἱλαρᾶς διέκοψαν εὐθυμίας. ἐμφανὴς δὲ τοῦ λεγομένου πίστις. ὅσοι γὰρ ἢ παρ’ Ἕλλησιν ἢ παρὰ βαρβάροις ἀσκηταὶ σοφίας εἰσὶν ἀνεπιλήπτως καὶ ἀνυπαιτίως ζῶντες, μήτε ἀδικεῖσθαι μήτε ἀνταδικεῖν αἱρούμενοι, τὰς τῶν φιλοπραγμόνων ὁμιλίας ἐκτρέπονται καὶ τὰ χωρία, ἐν οἷς ποιοῦνται τὰς διατριβάς, προβέβληνται, δικαστήρια καὶ βουλευτήρια καὶ ἀγορὰς καὶ ἐκκλησίας καὶ συνόλως ὅπου τις τῶν εἰκαιοτέρων ἀνθρώπων θίασος ἢ σύλλογος,