Ancient Greek
ΠΕΡΙ ΤΩΝ ΑΝΑΦΕΡΟΜΕΝΩΝ ΕΝ ΕΙΔΕΙ ΝΟΜΩΝ ΕΙΣ ΤΡΙΑ ΓΕΝΗ ΤΩΝ ΔΕΚΑ ΛΟΓΙΩΝ, ΤΟ ΤΡΙΤΟΝ, ΤΟ ΤΕΤΑΡΤΟΝ, ΤΟ ΠΕΜΠΤΟΝ· ΤΟ ΠΕΡΙ ΕΥΟΡΚΙΑΣ ΚΑΙ ΣΕΒΑΣΜΟΥ ΤΗΣ ΙΕΡΑΣ ΕΒΔΟΜΗΣ ΚΑΙ ΓΟΝΕΩΝ ΤΙΜΗΣ
Philo Judaeus, De specialibus legibus (lib. i‑iv) 46
Not analysed yet
γέμοντες οὖν καλοκἀγαθίας καὶ τῶν περὶ σῶμα κακῶν καὶ τῶν ἐκτὸς ἀλογεῖν ἐθιζόμενοι καὶ ἐξαδιαφορεῖν τὰ ἀδιάφορα μελετῶντες καὶ κατὰ τῶν ἡδονῶν καὶ ἐπιθυμιῶν ἀλειφόμενοι καὶ συνόλως ἐπάνω τῶν παθῶν ἵστασθαι σπουδάζοντες ἀεὶ καὶ τὸν ἐπιτειχισμὸν αὐτῶν πάσῃ δυνάμει καθαιρεῖν παιδευόμενοι καὶ ταῖς τῆς τύχης μὴ καμπτόμενοι προσβολαῖς διὰ τὸ προεκλελογίσθαι τὰς ἐπιθέσεις αὐτῆς —ἐπικουφίζει γὰρ καὶ τὰ βαρύτατα τῶν ἀβουλήτων ἡ πρόληψις, καινὸν οὐδὲν ἔτι τῆς διανοίας τῶν συμβαινόντων ὑπολαμβανούσης, ἀλλ’ ὡς ἐπὶ παλαιοῖς καὶ ἑώλοις ἀμαυρὰν τὴν ἀντίληψιν ποιουμένης —,εἰκότως ἐνευφραινόμενοι ταῖς ἀρεταῖς ἅπαντά γε τὸν βίον ἑορτὴν ἄγουσιν.