Ancient Greek · ~2 min
Περὶ περιτομῆς.
Philo Judaeus, De specialibus legibus (lib. i‑iv) 47
Not analysed yet
πεφυκυῖαι δ’ ἀκατάληπτοι κατὰ τὴν οὐσίαν ὅμως παραφαίνουσιν ἐκμαγεῖόν τι καὶ ἀπεικόνισμα τῆς ἑαυτῶν ἐνεργείας· οἷαι αἱ παρ’ ὑμῖν σφραγῖδες —ὅταν γὰρ προσενεχθῇ κηρὸς ἤ τις ὁμοιότροπος ὕλη, μυρίους ὅσους τύπους ἐναπομάττονται, μηδὲν ἀκρωτηριασθεῖσαι μέρος, ἀλλ’ ἐν ὁμοίῳ μένουσαι —,τοιαύτας ὑποληπτέον καὶ τὰς περὶ ἐμὲ δυνάμεις περιποιούσας ἀποίοις ποιότητας καὶ μορφὰς ἀμόρφοις καὶ μηδὲν τῆς ἀιδίου φύσεως μήτ’ ἀλλαττομένας μήτε μειουμένας.