Ancient Greek · ~4 min
49 to 51
Philo Judaeus, De specialibus legibus (lib. i‑iv) 49-51
Not analysed yet
ἱλαροῦ βίου, πάντα δὲ τὸν τοῦ ἐνιαυτοῦ κύκλον εἶναι ἑορτήν. διὸ παρ’ ἀληθείᾳ δικαζούσῃ τῶν φαύλων οὐδεὶς ἀλλ’ οὐδὲ τὸν βραχύτατον χρόνον ἑορτάζει, συνειδήσει τῶν ἀδικημάτων ἀγχόμενος καὶ τῇ ψυχῇ κατηφῶν, εἰ καὶ τῷ προσώπῳ μειδιᾶν καθυποκρίνεται. ποῦ γὰρ ἔχει καιρὸν ἀψευδοῦς εὐφροσύνης κακοβουλότατος ὢν καὶ συζῶν ἀφροσύνῃ καὶ περὶ πάντα ἀκαιρευόμενος, γλῶτταν, γαστέρα, τὰ γεννητικά; δι’ ἧς μὲν γὰρ ἐκλαλεῖ τὰ ἀπόρρητα καὶ ἡσυχαστέα, τὴν δὲ ἀκράτου πολλοῦ καὶ ἐδεσμάτων ἀμέτρων ἀναπίμπλησιν ὑπὸ λαιμαργίας, τοῖς δὲ καταχρῆται πρὸς ἐκνομωτάτους οἴστρους καὶ μίξεις ἀθέσμους, οὐ μόνον ἀλλοτρίοις γάμοις ἐπιμεμηνώς, ἀλλὰ καὶ παιδεραστῶν καὶ βιαζόμενος τὸν ἄρρενα τῆς φύσεως χαρακτῆρα παρακόπτειν καὶ μεταβάλλειν εἰς γυναικόμορφον ἰδέαν ἕνεκα τοῦ μεμιασμένῳ καὶ ἐπαράτῳ πάθει χαρίσασθαι. δι’ ἣν αἰτίαν ὁ πάντα μέγας Μωυσῆς τὰς ὑπερβολὰς τοῦ περὶ τὴν ὄντως ἑορτὴν κάλλους ἰδὼν τελειοτέραν ἢ κατ’ ἀνθρωπίνην φύσιν ὑπέλαβεν εἶναι καὶ ἀνέθηκεν αὐτὴν θεῷ φήσας κατὰ λέξιν οὕτως·