Ancient Greek · ~7 min
52 to 57
Philo Judaeus, De specialibus legibus (lib. i‑iv) 52-3-57
Not analysed yet
Μοιχείας δὲ τὰς μὲν ἢ αὐτοφώρους ἢ ἐναργέσιν ἐλέγχοις πιστουμένας ὑπαιτίους ἀπέφηνεν ὁ νόμος, τὰς δὲ καθ’ ὑπόνοιαν οὐκ ἐδικαίωσεν ἐξετάζεσθαι πρὸς ἀνθρώπων, ἀλλὰ εἰς τὸ τῆς φύσεως ἤγαγε δικαστήριον, ἐπειδήπερ ἄνθρωποι μὲν τῶν ἐμφανῶν ἐπιγνώμονες, θεὸς δὲ καὶ τῶν ἀδήλων, ᾧ μόνῳ δυνατὸν ψυχὴν ἐναργῶς θεάσασθαι. φησὶν οὖν τῷ ὑπονοήσαντι ἀνδρί· γραψάμενος πρόκλησιν εἰς τὴν ἱερόπολιν ἴθι σὺν τῇ γυναικὶ καὶ καταστὰς ἐπὶ τῶν δικαστῶν ἀπογύμνωσον τὸ παραστάν σοι τῆς ὑπονοίας πάθος, μὴ ὡς ἄν τις συκοφάντης ἢ κακοτεχνῶν ὑπὲρ τοῦ πάντως περιγενέσθαι, ἀλλ’ ὡς ἄν τις τῆς ἀληθείας ἀκριβὴς ἐξεταστὴς ἄνευ σοφιστείας. ἡ δὲ γυνὴ δύο κινδύνους ὑπομένουσα, τὸν μὲν ὑπὲρ ψυχῆς, τὸν δὲ αἰσχύνης βίου, παντὸς ἀργαλεώτερον θανάτου, κρινάτω παρ’ αὑτῇ τὸ πρᾶγμα, κἂν μὲν καθαρεύῃ, θαρροῦσα ἀπολογείσθω, εἰ δὲ ὑπὸ τοῦ συνειδότος ἐλέγχοιτο, καταδυέσθω, προκάλυμμα τῶν ἁμαρτημάτων αἰδῶ ποιησαμένη· τὸ γὰρ μέχρι τέλους ἀναισχυντεῖν ὑπερβολὴ κακίας. ἐὰν δὲ ἀμφήριστα ᾖ τὰ λεχθέντα καὶ μηδέτερον καθέλκῃ μέρος, ἴτωσαν εἰς τὸ ἱερόν, καὶ ὁ μὲν ἀνὴρ στὰς ἀντικρὺ τοῦ βωμοῦ, παρόντος τοῦ κατ’ ἐκείνην τὴν ἡμέραν ἱερωμένου, δηλούτω τὴν ὑπόνοιαν, ἅμα καὶ κομίζων ἄλευρον κρίθινον, εἶδός τι θυσίας ὑπὲρ τῆς γυναικός, εἰς ἔνδειξιν τοῦ μὴ κατ’ ἐπήρειαν ἀλλ’ ἀπὸ γνώμης ὑγιοῦς κατ’ ἐνδοιασμὸν εὔλογον αἰτιᾶσθαι. ὁ δὲ ἱερεὺς λαβὼν προτεινέτω τῇ γυναικὶ καὶ τοὐπίκρανον ἀφελών, ἵν’ ἐπικρίνηται γεγυμνωμένῃ τῇ κεφαλῇ, τὸ τῆς αἰδοῦς περιῃρημένη σύμβολον, ᾧ ταῖς εἰς ἅπαν ἀναιτίοις ἔθος χρῆσθαι. μήτε δὲ ἔλαιον μήτε λιβανωτὸς ὡς ἐπὶ τῶν ἄλλων θυσιῶν παρέστω, διὰ τὸ μὴ ἐπὶ χαρτοῖς ἀλλ’ ἄγαν ὀδυνηροῖς τὴν θυσίαν μέλλειν ἐπιτελεῖσθαι. κρίθινον δ’ ἐστὶ τὸ ἄλευρον, ἴσως ἐπειδὴ ὑπαμφίβολός ἐστιν ἡ ἀπὸ κριθῆς τροφὴ καὶ ἀλόγοις ζῴοις καὶ ἀτυχέσιν ἀνθρώποις ἐφαρμόζεται, σύμβολον τοῦ τὴν μεμοιχευμένην οὐδὲν θηρίων διαφέρειν, ὧν ἀδιακρίτους εἶναι καὶ ἀνεπιστάτους τὰς ὀχείας συμβέβηκε, τὴν δὲ καθαρεύουσαν τῶν ἐγκλημάτων τὸν οἰκεῖον ἀνθρώπων βίον ἐζηλωκέναι.