Ancient Greek
53 to 54
Philo Judaeus, De specialibus legibus (lib. i‑iv) 53-2-54
Not analysed yet
ὅθεν ἀναγκαίως εἶπε τὰς ἑορτὰς εἶναι μόνου θεοῦ· μόνος γὰρ εὐδαίμων καὶ μακάριος, παντὸς μὲν ἀμέτοχος κακοῦ, πλήρης δ’ ἀγαθῶν τελείων, μᾶλλον δ’, εἰ χρὴ τἀληθὲς εἰπεῖν, αὐτὸς ὢν τὸ ἀγαθόν, ὃς οὐρανῷ καὶ γῇ τὰ κατὰ μέρος ὤμβρησεν ἀγαθά. παρὸ καὶ τῶν πάλαι τις ἀρετῶσα διάνοια, γαληνιασάντων αὐτῇ τῶν παθῶν, ἐνεμειδίασε χαρᾶς ἐγκύμων καὶ ὑπόπλεως γενομένη· καὶ λογισαμένη παρ’ αὑτῇ, μή ποτ’ ἄρα τὸ μὲν χαίρειν ἴδιόν ἐστι μόνου θεοῦ, αὐτὴ δὲ διαμαρτάνει σφετεριζομένη τὰς ὑπὲρ ἄνθρωπον εὐπαθείας, εὐλαβεῖταί τε καὶ τὸν ψυχικὸν γέλωτα ἀρνεῖται μέχρι τοῦ παρηγορηθῆναι·