Ancient Greek
63 to 64
Philo Judaeus, De specialibus legibus (lib. i‑iv) 63-64
Not analysed yet
ἀξιοῖ γὰρ τὸν ἐγγραφόμενον τῇ κατὰ τοὺς νόμους πολιτείᾳ „τέλειον“ εἶναι, μὴ ἐν οἷς οἱ πολλοὶ πεπαιδοτρίβηνται, μαντείαις καὶ κλῃδόσι καὶ πιθαναῖς εἰκασίαις, ἀλλ’ ἐν τοῖς πρὸς θεὸν οὐδὲν ἔχουσιν ἐπαμφοτερίζον ἢ ἀμφίβολον ἀλλ’ ἀνενδοίαστον καὶ γυμνὴν ἀλήθειαν. ἐπεὶ δὲ πᾶσιν ἀνθρώποις ἔρως τῆς τῶν μελλόντων ἐπιστήμης ἐνίδρυται καὶ διὰ τὸν ἔρωτα τοῦτον ἐπὶ θυτικὴν καὶ τὰ ἄλλα εἴδη τρέπονται μαντικῆς, ὡς δι’ αὐτῶν τὸ σαφὲς ἀνευρήσοντες, τὰ δ’ ἀσαφείας γέμει πολλῆς καὶ ἐξ ἑαυτῶν ἀεὶ διελέγχεται, τούτοις μὲν σφόδρα εὐτόνως ἐπακολουθεῖν ἀπαγορεύει, φησὶ δ’ ὅτι, ἐὰν ἀκλινῶς εὐσεβῶσιν, οὐκ ἀμοιρήσουσι τῆς τῶν μελλόντων ἐπιγνώσεως,