Ancient Greek · ~2 min
65 to 66
Philo Judaeus, De specialibus legibus (lib. i‑iv) 65-2-66
Not analysed yet
Ἀπείρηται δὲ κατ’ αὐτὴν πῦρ ἐναύειν ὡς ἀρχὴν καὶ σπέρμα τῶν περὶ βίον πραγματειῶν, ἐπειδήπερ ἄνευ πυρὸς οὐδὲν ἔστι τῶν εἰς τὰς πρὸς τὸ ζῆν ἀναγκαίας χρείας ἐργάσασθαι· ὡς δι’ ἑνὸς τοῦ ἀνωτάτω καὶ πρεσβυτάτου τῶν εἰς τὰς τέχνας καὶ μάλιστα τὰς βαναύσους αἰτίου κεκωλῦσθαι καὶ τῶν κατὰ μέρος ὑπηρεσιῶν. ἀλλ’ ἔοικε διὰ τοὺς ἀπειθεστέρους καὶ ἥκιστα προσέχοντας τὸν νοῦν τοῖς προσταττομένοις καὶ τὰ ἄλλα προσνομοθετεῖν, οὐ μόνον ἐλευθέρους ἀνέχειν ἔργων ἀξιῶν ταῖς ἑβδόμαις, ἀλλὰ καὶ θεράπουσι καὶ θεραπαίναις ἐφιείς, ἄδειαν καὶ μόνον οὐκ ἐλευθερίαν δι’ ἓξ ἡμερῶν προκηρύττων τούτοις, ἵν’ ἀμφοτέρους ἀναδιδάξῃ μάθημα κάλλιστον·