Ancient Greek · ~4 min
68 to 70
Philo Judaeus, De specialibus legibus (lib. i‑iv) 68-2-70
Not analysed yet
ἐκ δὲ τοῦ τοὺς μὲν ἐλευθέρους ὑπομεῖναί ποτε τὰς δούλων ὑπηρεσίας, τοῖς δ’ οἰκέταις ἐγγενέσθαι μετασχεῖν ἀδείας, συμβήσεται τὸν τῶν ἀνθρώπων βίον ἐπιδοῦναι πρὸς ἀρετὴν τελειοτάτην, ὑπομιμνῃσκομένων ἰσότητος καὶ ἀντεκτινόντων ἀλλήλοις χρέος ἀναγκαῖον τῶν τε λαμπρῶν εἶναι δοκούντων καὶ τῶν ἀφανεστέρων. ἀλλὰ γὰρ οὐ θεράπουσι μόνον ἐκεχειρίαν ἔδωκεν ὁ νόμος ταῖς ἑβδόμαις, ἀλλὰ καὶ κτήνεσι· καίτοι φύσει θεράποντες μὲν ἐλεύθεροι γεγόνασιν —ἄνθρωπος γὰρ ἐκ φύσεως δοῦλος οὐδείς —,τὰ δ’ ἄλογα ζῷα πρὸς τὴν τῶν ἀνθρώπων χρείαν καὶ ὑπηρεσίαν εὐτρεπισθέντα δούλων ἔχει τάξιν· ἀλλ’ ὅμως ἀχθοφορεῖν ὀφείλοντα καὶ τοὺς ὑπὲρ τῶν κεκτημένων ὑπομένειν πόνους τε καὶ καμάτους ἀναπαύλας εὑρίσκει ταῖς ἑβδόμαις. καὶ τί δεῖ τῶν ἄλλων μεμνῆσθαι; οὐδὲ γὰρ βοῦς πρὸς τὰ ἀναγκαιότατα καὶ χρησιμώτατα τῶν ἐν τῷ βίῳ γεγονώς, ἄροτον γῆς προετοιμαζομένης εἰς σπορὰν καὶ πάλιν δραγμάτων συγκομισθέντων ἀλοητὸν εἰς καρποῦ κάθαρσιν, τότε καταζεύγνυται, τὴν τοῦ κόσμου γενέθλιον ἑορτάζων. οὕτως ἄρα διὰ πάντων τὸ ἱεροπρεπὲς αὐτῆς πεφοίτηκε.