Ancient Greek · ~3 min
71 to 73
Philo Judaeus, De specialibus legibus (lib. i‑iv) 71-2-73
Not analysed yet
ἐὰν δὲ πατρὸς ὀρφανὴ τυγχάνῃ, πρὸς τῶν δικαστῶν ἐρωτάσθω, εἴτε βούλεται συνοικεῖν εἴτε μή· ἐάν τε δὲ συναινῇ ἐάν τε ἀρνῆται, τὰ αὐτὰ γινέσθω ἃ ἂν καὶ ἐπὶ ζῶντι διωμολογήθη τῷ πατρί. Μεθόριόν τινες ὑπολαμβάνουσιν ἀδίκημα εἶναι φθορᾶς καὶ μοιχείας ὑπογάμιον, ὅταν ὁμολογίαι μὲν ὑπερεγγυήσωσι, μήπω δὲ τῶν γάμων ἐπιτελεσθέντων ἕτερος ἀπατήσας τις ἢ καὶ βιασάμενος εἰς ὁμιλίαν ἔλθῃ. παρ’ ἐμοὶ δὲ κριτῇ μοιχείας καὶ τοῦτ’ ἐστὶν εἶδος· αἱ γὰρ ὁμολογίαι γάμοις ἰσοδυναμοῦσιν, αἷς ἀνδρὸς ὄνομα καὶ γυναικὸς καὶ τὰ ἄλλα τὰ ἐπὶ συνόδοις ἐγγράφεται. ὧν χάριν καταλεύειν ὁ νόμος ἀμφοτέρους προσέταξεν, ἐάν γε ἀπὸ μιᾶς καὶ τῆς αὐτῆς γνώμης ἐπιθῶνται τοῖς ἀδικήμασι συμφρονήσαντες· οὐχ οἷόν τε γὰρ μὴ ἀπὸ τῶν αὐτῶν ὁρμηθέντας βουλευμάτων νομίζεσθαι συναδικεῖν, οὐ συναδικοῦντας.