Ancient Greek
72 to 73
Philo Judaeus, De specialibus legibus (lib. i‑iv) 72-2-73
Not analysed yet
καλὸν μὲν οὖν τὴν ἀπὸ δανειστῶν χάριν ἐπὶ πάντας φθάνειν χρεώστας· ἐπεὶ δ’ οὐ πάντες πρὸς μεγαλοφροσύνην πεφύκασιν, ἀλλ’ εἰσὶν ἥττους ἔνιοι χρημάτων ἢ οὐ σφόδρα εὔποροι, καὶ τούτους ἐδικαίωσεν εἰσφέρειν ἃ μὴ λυπήσει διδόμενα. παρὰ γὰρ τῶν ὁμοεθνῶν εἰσπράττειν οὐκ ἐάσας ἐφῆκε παρὰ τῶν ἄλλων κομίζεσθαι, τοὺς μὲν καλέσας εὐθυβόλως „ἀδελφούς“, ἵνα μηδεὶς φθονῇ τῶν ἰδίων ὡς ἂν ἐκ φύσεως συγκληρονόμοις ἀδελφοῖς, τοὺς δὲ μὴ ὁμοεθνεῖς, ὅπερ εἰκός, „ἀλλοτρίους“ ὠνόμασεν.