Ancient Greek
ΠΕΡΙ ΤΩΝ ΑΝΑΦΕΡΟΜΕΝΩΝ EN ΕΙΔΕΙ ΝΟΜΩΝ ΕΙΣ TPIA ΓΕΝΗ ΤΩΝ ΔΕΚΑ ΛΟΓΙΩΝ, TO ΟΓΔΟΟΝ ΚΑΙ TO ENATON ΚΑΙ TO ΔΕΚΑΤΟΝ, TO ΠΕΡΙ ΤΟΥ MH ΚΛΕΠΤΕΙΝ ΚΑΙ ΨΕΥΔΟΜΑΡΤΓΡΕΙΝ KAI ΜΗ ΕΠΙΘΥΜΕΙΝ, ΚΑΙ ΠΕΡΙ ΤΩΝ ΕΙΣ ΕΚΑΣΤΟΝ ΑΝΑΦΕΡΟΜΕΝΩΝ, ΚΑΙ ΠΕΡΙ ΔΙΚΑΙΟΣΥΝΗΣ, Η ΠΑΣΙ ΤΟΙΣ ΔΕΚΑ ΛΟΓΙΟΙΣ ΕΦΑΡΜΟΖΕΙ, Ο ΕΣΤΙ ΤΗΣ ΟΛΗΣ ΣΥΝΤΑΞΕΩΣ
Philo Judaeus, De specialibus legibus (lib. i‑iv) 72-3
Not analysed yet
Πρὸς δὲ τοῖς λεχθεῖσιν ἤδη καὶ ἄλλο σοφὸν εἰσηγεῖται· κελεύει γὰρ πένητα ἐν κρίσει μὴ ἐλεεῖν ὁ πᾶσαν σχεδόν τι τὴν νομοθεσίαν πεπληρωκὼς τῶν εἰς ἔλεον καὶ φιλανθρωπίαν διαταγμάτων καὶ μεγάλας μὲν ἀπειλὰς ἐπανατεινόμενος ὑπερόπταις καὶ ἀλαζόσι, μεγάλα δὲ προθεὶς ἆθλα τοῖς τὰ ἀτυχήματα τῶν πέλας εἰς ἐπανόρθωσιν ἄγειν ἀξιοῦσι καὶ τὰς περιουσίας οὐκ ἴδια κτήματα νομίζουσιν ἀλλὰ κοινὰ τῶν ἐν ἐνδείαις.