Ancient Greek
75 to 81
Philo Judaeus, De specialibus legibus (lib. i‑iv) 75-2-81
Not analysed yet
σοὶ δ’ εἴποιμ’ ἄν, ὦ δανειστά· τί κοινωνίᾳ τρόπον ἀκοινώνητον συσκιάζεις; τί δὲ τῷ μὲν δοκεῖν εἶναι χρηστὸς καὶ φιλάνθρωπος προσποιῇ, ἐν δὲ τοῖς ἔργοις ἀπανθρωπίαν ἐπιδείκνυσαι καὶ δεινὴν σκαιότητα, πλείω ὧν ἔδωκας ἀναπράττων καὶ ἔστιν ὅπου διπλάσιον, πενιχρότερον ἀπεργαζόμενος τὸν πένητα; τοιγάρτοι συναλγεῖ μὲν οὐδείς, ὅταν ὀρεχθεὶς πλειόνων προσσυναποβάλῃς καὶ τὰ ὄντα, πάντες δ’ ἐφήδονται τοκογλύφον καὶ ὀβολοστάτην καὶ τὰ τοιαῦτα ὀνομάζοντες, ὡς ἔφεδρον ἀλλοτρίων κακῶν καὶ τὴν ἑτέρων ἀτυχίαν ἰδίαν κρίνοντα εὐτυχίαν. ἀλλὰ πηρόν, ὡς ἔφη τις, ἡ κακία, καὶ ὁ δανείζων τυφλός, τὸν χρόνον τῆς ἀποδόσεως οὐ βλέπων, ἐν ᾧ μόλις ἢ οὐδ’ ὅλως ὧν ἐκ πλεονεξίας τεύξεσθαι προσεδόκησεν ἐφίξεται. οὗτος μὲν οὖν διδότω δίκας τῆς φιλαργυρίας, ἃ προήκατο μόνα κομιζόμενος, ἵνα μὴ ἀτυχίας ἀνθρώπων ἐργάζηται προσοδευόμενος ἐξ ὧν οὐ προσῆκεν· οἱ δὲ χρεῶσται τῆς ἀπὸ τῶν νόμων φιλανθρωπίας ἀξιούσθωσαν, τόκους καὶ ἐπιτοκίας μὴ τελοῦντες, αὐτὸ δὲ μόνον τὸ ἀρχαῖον ἀποτινύντες· πάλιν γὰρ ἐν καιροῖς τὸν αὐτὸν ἔρανον ἀνταποτίσουσι τοῖς συμβάλλουσιν ἀμειβόμενοι ταῖς ἴσαις ὠφελείαις τοὺς χάριτος ἄρξαντας. Τοιαῦτα διαταξάμενος ἑξῆς ἀναγράφει νόμον ἡμερότητος καὶ φιλανθρωπίας μεστόν. ἐάν, φησί, πραθῇ σοί τις τῶν ἀδελφῶν, ἓξ ἔτη δουλευέτω, τῷ δὲ ἑβδόμῳ προῖκα ἐλεύθερος ἀφιέσθω. πάλιν "ἀδελφὸν" τὸν ὁμόφυλον εἶπεν ὑποσπείρων τῇ τοῦ κεκτημένου ψυχῇ διὰ τῆς προσρήσεως τὴν πρὸς τὸν ὑπήκοον συγγένειαν, ἵνα μὴ ὡς ξένου, πρὸς ὃν οὐδὲν φίλτρον ἐστὶν εὐνοίας, κατολιγωρῇ, φιλοίκειον δέ τι προπεπονθὼς πάθος ἐκ διδασκαλίας, ἣν ὁ ἱερὸς λόγος ὑπηχεῖ, μὴ ἀγανακτῇ μέλλοντος ἐλευθεροῦσθαι. τοὺς γὰρ τοιούτους δούλους μὲν ὀνομάζεσθαι συμβέβηκε, θῆτας δὲ τῷ ὄντι εἶναι τῶν ἀναγκαίων χάριν ὑπηρετοῦντας, κἂν μυριάκις αὐτεξούσιον δυναστείαν καὶ δεσποτείαν ἀπειλῶσί τινες κατ’ αὐτῶν·