Ancient Greek · ~2 min
75 to 76
Philo Judaeus, De specialibus legibus (lib. i‑iv) 75-3-76
Not analysed yet
ἔστι γὰρ ἔστιν ἐν ἑκάστου τῇ ψυχῇ, κἂν ἰδιώτης τυγχάνῃ, μισοπόνηρον πάθος, ὃ διακινηθὲν ἀποδείκνυσι τὸν ἔχοντα κατ’ ἐκεῖνον τὸν χρόνον ὑπέρμαχον καὶ προαγωνιστὴν αὐτοκέλευστον τοῦ δόξαντος ἠδικῆσθαι. τῷ μὲν οὖν διαπραξαμένῳ τὴν βίαν ἕπεται δίκη πανταχοῦ, μηδὲν ἐκ τῆς τῶν χωρίων διαφορᾶς εὑρισκομένῳ πρὸς ἐπανόρθωσιν ὧν ὕβρισε καὶ παρηνόμησε· τῇ δὲ παιδί, καθάπερ ἔφην, τοτὲ μὲν ἔλεος καὶ συγγνώμη τοτὲ δὲ ἀπαραίτητος τιμωρία παρακολουθήσει.