Ancient Greek
81 to 84
Philo Judaeus, De specialibus legibus (lib. i‑iv) 81-2-84
Not analysed yet
κίνδυνος γὰρ οὐ ταῖς θυγατράσι μόνον περὶ τῆς τῶν σωμάτων ἁγνείας ἐστίν, ἀλλὰ καὶ τοῖς ἐπιμεληταῖς, οὐ μόνον ὅτι εἰς τὸν ἀναγκαιότατον τῆς ἀκμῆς καιρὸν οὐ παρετήρησαν, ἀλλ’ ὅτι καὶ ὡς παρθένους τὰς ὑφ’ ἑτέρων ἐφθαρμένας ἐνεγύησαν ἀπατῶντες καὶ φενακίζοντες τοὺς λαμβάνοντας. εἶτα ἐὰν περιγένωνται τοῖς δικαίοις, τιμάτωσαν οἱ δικασταὶ κατὰ τῶν ψευδεῖς αἰτίας πλαττομένων χρημάτων ζημίας καὶ τὰς διὰ πληγῶν εἰς τὰ σώματα ὕβρεις καὶ—τὸ πάντων ἐκείνοις ἀηδέστατον—τὴν τῶν γάμων βεβαίωσιν, ἐὰν ὑπομένωσιν αἱ γυναῖκες ἔτι τοῖς τοιούτοις συνοικεῖν· ταῖς μὲν γὰρ ἐφίησιν ὁ νόμος θελούσαις καὶ μένειν καὶ ἀπαλλάττεσθαι, τοὺς δὲ οὐδετέρου κυρίους ἀπέφηνεν, ἀνθ’ ὧν ἐσυκοφάντησαν. Ὄνομα μὲν ἀνδροφονία κατὰ τοῦ κτείναντος ἄνθρωπον ἐπιφημίζεται, τὸ δ’ ἀληθὲς ἔργον ἐστὶν ἱεροσυλία καὶ ἱεροσυλιῶν ἡ μεγίστη, διότι τῶν ἐν κόσμῳ κτημάτων καὶ κειμηλίων οὐδὲν οὔτε ἱεροπρεπέστερον οὔτε θεοειδέστερόν ἐστιν ἀνθρώπου· ***παγκάλης εἰκόνος πάγκαλον ἐκμαγεῖον ἀρχετύπου λογικῆς ἰδέας παραδείγματι τυπωθέν. τὸν οὖν ἀνδροφόνον εὐθὺς ἀσεβῆ καὶ ἀνοσιουργὸν ὑποληπτέον, ἀνοσιουργημάτων καὶ ἀσεβημάτων δρῶντα τὸ μέγιστον, ὃν ἀμείλικτα ἐργασάμενον ἀναιρετέον, ἐπειδὴ μυρίων θανάτων ἐπάξιος ὢν ἕνα ὑπομένει διὰ τὸ τῆς τιμωρίας ἀθάνατον εἰς πλῆθος μὴ πεφυκυίας συναύξεσθαι· χαλεπὸν δὲ οὐδέν, εἰ ταὐτὸν οἷς διέθηκέ τις πείσεται.