Ancient Greek · ~2 min
ΠΕΡΙ ΤΩΝ ΑΝΑΦΕΡΟΜΕΝΩΝ EN ΕΙΔΕΙ ΝΟΜΩΝ ΕΙΣ TPIA ΓΕΝΗ ΤΩΝ ΔΕΚΑ ΛΟΓΙΩΝ, TO ΟΓΔΟΟΝ ΚΑΙ TO ENATON ΚΑΙ TO ΔΕΚΑΤΟΝ, TO ΠΕΡΙ ΤΟΥ MH ΚΛΕΠΤΕΙΝ ΚΑΙ ΨΕΥΔΟΜΑΡΤΓΡΕΙΝ KAI ΜΗ ΕΠΙΘΥΜΕΙΝ, ΚΑΙ ΠΕΡΙ ΤΩΝ ΕΙΣ ΕΚΑΣΤΟΝ ΑΝΑΦΕΡΟΜΕΝΩΝ, ΚΑΙ ΠΕΡΙ ΔΙΚΑΙΟΣΥΝΗΣ, Η ΠΑΣΙ ΤΟΙΣ ΔΕΚΑ ΛΟΓΙΟΙΣ ΕΦΑΡΜΟΖΕΙ, Ο ΕΣΤΙ ΤΗΣ ΟΛΗΣ ΣΥΝΤΑΞΕΩΣ
Philo Judaeus, De specialibus legibus (lib. i‑iv) 82-2
Not analysed yet
ὡς γὰρ αἱ ἀμείλικτοι καὶ ἀπαρηγόρητοι δέσποιναι τοῦ σώματος, δίψα καὶ πεῖνα, κατατείνουσιν αὐτὸ μᾶλλον ἢ οὐχ ἧττον τῶν ἐκ βασανιστοῦ τροχιζομένων ἄχρι θανάτου πολλάκις, εἰ μή τις αὐτὰς ἐξηγριωμένας τιθασεύσει ποτοῖς καὶ σιτίοις, οὕτως ἡ ἐπιθυμία κενὴν ἀποδείξασα τὴν ψυχὴν λήθῃ μὲν τῶν παρόντων, μνήμῃ δὲ τῶν μακρὰν ἀφεστηκότων οἶστρον καὶ μανίαν ἀκάθεκτον ἐγκατασκευάσασα, βαρυτέρας μὲν τῶν πρότερον δεσποινῶν ὁμωνύμους δ’ ἐκείναις ἀπειργάσατο, δίψαν τε καὶ πεῖναν, οὐ τῶν περὶ γαστρὸς ἀπόλαυσιν, ἀλλὰ χρημάτων, δόξης, ἡγεμονιῶν, εὐμορφίας, ἄλλων ἀμυθήτων ὅσα κατὰ τὸν ἀνθρώπινον βίον ζηλωτὰ καὶ περιμάχητα εἶναι δοκεῖ.